[ ]
Philippopolis (Plovdiv) — cf. IGBulg V 5452
| 1 | πεντηκοστὸν <ἔ>τος ζήσας μάκαρ ἐνθ̣ά̣δ̣[ε κεῖται] |
| ἤπιος, ἡδὺς ἰδεῖν, σεμνός, ἅ<π>ασι φίλος, | |
| φυλῆς Εὐμόλποιο <λ>αχὼν γέρας, ἡδύς, ἀμεμφής, | |
| εἱρεὺς τειμηθεὶς εἰκόσιν ἀθανάταις· | |
| 5 | ἀστονόμος δ’ ἐπὶ τοῖσι γενηθεὶς μητροπόληος |
| ἁγνῶς καὶ καθαρῶς ἦρξε γεραιρόμ̣ε̣νος· | |
| τὴν δὲ σορὸν τ<α>ύτην ἔτι ζῶν Ἰουλιανὸς ἑ̣α̣υ̣τ̣ῷ̣ | |
| ἐξ ἰδίων καμάτων ἄφθιτον ἠγλάϊσ̣ε̣ν̣. |