[ ]
Philippopolis (Plovdiv) — cf. IGBulg V 5442
1 | (․)․․․ος Πομπέϊος Σατορνεῖνος γερουσιαστὴς Φιλιπποπόλεως ζῶν καὶ φρονῶν |
τὸν ναὸ̣ν̣ θ̣ε̣ο̣ῖ̣ς̣ καταχθονίοις καὶ τὴν ἐναποκειμένην θήκην ἑαυτῷ καὶ τῇ συμβίῳ ἑαυτοῦ | |
Οὐλπίᾳ Μακρείνῃ κατ̣εσ̣κεύα̣σεν· ἅτινα ἀξιῶ ἄσυλα καὶ ἀμετάπρατα εἶναι, μηδενὶ δὲ ἐξὸν εἶναι | |
μήτε ζῶντος ἐμοῦ, μήτε μετὰ τὴν τελευτὴν τὴν ἐμὴν ἄλλο πτῶμα καταθέσθαι εἰς τὴν θήκην | |
5 | ἢ εἰς τὸν ναόν, ἐπὶ {²⁶ἐπεὶ}²⁶ ἀποδώσει τῷ ἱερωτάτῳ ταμ̣είῳ προστείμου ὀνόματι 𐆖 ͵μβφʹ |
καὶ τῇ πόλει ἄλλα ἔξωθεν 𐆖 ͵βφʹ καὶ τῷ ἐπαγαγόντι τὸ πρᾶγμα̣ [καὶ κα]τηγοροῦντι 𐆖 ͵αφʹ. |