[ ] Philippopolis (Plovdiv) — cf. IGBulg V 5442
1    (․)․․․ος Πομπέϊος Σατορνεῖνος γερουσιαστὴς Φιλιπποπόλεως ζῶν καὶ φρονῶν
   τὸν ναὸ̣ν̣ θ̣ε̣ο̣ῖ̣ς̣ καταχθονίοις καὶ τὴν ἐναποκειμένην θήκην ἑαυτῷ καὶ τῇ συμβίῳ ἑαυτοῦ
  Οὐλπίᾳ Μακρείνῃ κατ̣εσ̣κεύα̣σεν· ἅτινα ἀξιῶ ἄσυλα καὶ ἀμετάπρατα εἶναι, μηδενὶ δὲ ἐξὸν εἶναι
 μήτε ζῶντος ἐμοῦ, μήτε μετὰ τὴν τελευτὴν τὴν ἐμὴν ἄλλο πτῶμα καταθέσθαι εἰς τὴν θήκην
5  ἢ εἰς τὸν ναόν, ἐπὶ {²⁶ἐπεὶ}²⁶ ἀποδώσει τῷ ἱερωτάτῳ ταμ̣είῳ προστείμου ὀνόματι 𐆖 ͵μβφʹ
καὶ τῇ πόλει ἄλλα ἔξωθεν 𐆖 ͵βφʹ καὶ τῷ ἐπαγαγόντι τὸ πρᾶγμα̣ [καὶ κα]τηγοροῦντι 𐆖 ͵αφʹ.
Search Help
Contact Us