[ ]
Nicopolis ad Istrum (Nikyup) — 198 AD — cf. IGBulg V 5204
| 1 | ἀγαθῆι τύχηι. |
| Αὐτοκράτορα Καίσαρα Λ(ουκίου) Σεπτιμίου Σεουήρου Περτίνακος Εὐσεβοῦς Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγί- | |
| στου υἱόν, θεοῦ Μάρκου Ἀντωνείνου Εὐσεβοῦς Γερμανικοῦ Σαρματικοῦ υἱωνόν, θεοῦ Ἀντωνείνου Εὐσεβοῦς ἔγγονον, θεοῦ | |
| Ἁδριανοῦ καὶ θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ θεοῦ Νέρουα ἀπόγονον Μ(ᾶρκον) Αὐρήλιον Ἀντωνεῖνον Σεβαστὸν δημαρχικῆς | |
| 5 | ἐξουσίας ἀνθύπατον, ὑπατεύοντος τῆς ἐπαρχείας Γ(αίου) Ὀουινίου Τερτύλλου πρεσβ(ευτοῦ) Σεββ(αστῶν) {²⁶Σεβαστῶν}²⁶ ἀντιστρ(ατήγου), ἡ ἱερωτάτη βουλὴ |
| καὶ ὁ κράτιστος δῆμος Οὐλπίας Ν<ι>κοπόλεως τῆς πρὸς Ἴστρον ἀνέστησεν. |