[ ]
Mesambria (Nesebar) — 2nd c. BC
1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμ̣[ωι· — —]- |
[․]ων Μαντιθέου εἶπε· ἐπειδὴ Δε[․3-4․]- | |
τ̣ης Δηζου Ἀστὰς φίλος ἐὼν καὶ εὔνο[υς] | |
διατελεῖ τᾶι πόλει καὶ κατ’ ἰδίαν τοῖς | |
5 | ἐντυγχάνουσι χρήσιμον ἑαυτὸν πα- |
ρέχεται, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι | |
δεδόσθαι αὐτῶι καὶ ἐκγόνοις προξενίαν, | |
πολιτείαν, ἰσοτέλειαν πάντων καὶ πο- | |
λέμου καὶ εἰράνας ἀσυλεὶ καὶ ἀσπονδεὶ | |
10 | καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶ- |
μον πράτοις μετὰ τὰ ἱερά, τὸν δὲ ταμί̣- | |
αν ἀναγράψαντα τὸ ψάφισμα τοῦτο | |
εἰς τελαμῶνα λευκοῦ λίθου ἀνα- | |
θέμεν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. |