[ ]
Mesambria (Nesebar) — 2nd c. BC
| 1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμ̣[ωι· — —]- |
| [․]ων Μαντιθέου εἶπε· ἐπειδὴ Δε[․3-4․]- | |
| τ̣ης Δηζου Ἀστὰς φίλος ἐὼν καὶ εὔνο[υς] | |
| διατελεῖ τᾶι πόλει καὶ κατ’ ἰδίαν τοῖς | |
| 5 | ἐντυγχάνουσι χρήσιμον ἑαυτὸν πα- |
| ρέχεται, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι | |
| δεδόσθαι αὐτῶι καὶ ἐκγόνοις προξενίαν, | |
| πολιτείαν, ἰσοτέλειαν πάντων καὶ πο- | |
| λέμου καὶ εἰράνας ἀσυλεὶ καὶ ἀσπονδεὶ | |
| 10 | καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶ- |
| μον πράτοις μετὰ τὰ ἱερά, τὸν δὲ ταμί̣- | |
| αν ἀναγράψαντα τὸ ψάφισμα τοῦτο | |
| εἰς τελαμῶνα λευκοῦ λίθου ἀνα- | |
| θέμεν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. |