[ ] Mesambria (Nesebar) — 2nd c. BC
1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμ̣[ωι· — —]-
[․]ων Μαντιθέου εἶπε· ἐπειδὴ Δε[․3-4․]-
τ̣ης Δηζου Ἀστὰς φίλος ἐὼν καὶ εὔνο[υς]
διατελεῖ τᾶι πόλει καὶ κατ’ ἰδίαν τοῖς
5 ἐντυγχάνουσι χρήσιμον ἑαυτὸν πα-
ρέχεται, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι
δεδόσθαι αὐτῶι καὶ ἐκγόνοις προξενίαν,
πολιτείαν, ἰσοτέλειαν πάντων καὶ πο-
λέμου καὶ εἰράνας ἀσυλεὶ καὶ ἀσπονδεὶ
10 καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶ-
μον πράτοις μετὰ τὰ ἱερά, τὸν δὲ ταμί̣-
αν ἀναγράψαντα τὸ ψάφισμα τοῦτο
εἰς τελαμῶνα λευκοῦ λίθου ἀνα-
θέμεν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος.
Search Help
Contact Us