[ ]
Thrace — Bizye (Vize) — 155 AD [Thomasson] — Mesaionika grammata 4 (1939) 44 — BE (1944) 130a; (1972) 292 — Philologia 16 (1984) 11, 14
| 1 | ἀγαθῇ τύχῃ. |
| ὑπὲρ τῆς τοῦ Αὐτοκράτορος | |
| Τ(ίτου) Αἰλ(ίου) Ἁδριανοῦ Ἀντωνείνου Καί- | |
| σαρος Σεβ(αστοῦ) Εὐσεβοῦς καὶ Οὐήρου Καίσαρ- | |
| 5 | ος νείκης τε καὶ αἰωνίου διαμονῆς καὶ τοῦ |
| σύμπαντος αὐτῶν οἴκου ἱερᾶς τε | |
| συνκλήτου καὶ δήμου Ῥωμαίων, | |
| ἡγεμονεύοντος ἐπαρχείας Θρᾴ- | |
| κης Γ(αΐου) Ἰουλίου Κομόδου {²⁶Κομμόδου}²⁶ πρεσβ(ευτοῦ) Σεβ(αστοῦ) | |
| 10 | ἀντιστρατήγου, ἡ πόλις Βιζυηνῶν |
| κατεσκεύασεν τοὺς πυργοὺς διὰ | |
| ἐπιμελητῶν Φίρμου Αυλουπορε- | |
| ος καὶ Αυλουκενθου Δυτουκενθου | |
| καὶ Ραζδου Ὑακίνθου. εὐτυχεῖτε. |