[ ] Thr. Chersonesos — Madytos (Eceabat) — 1st c. AD — MDAI(A) 29 (1904) 313-314 — IGRR IV 235
1 μοῖραν ἐμὴν δάκρυσον ἀμίλιχον, ὦ παροδῖτα·
 τόνδε γὰρ ἡ τυννὴ Δόξα κάτιμι τάφον,
ἀλγύνουσα τοκῆος ἐγὼ κέαρ ἠδέ σε, μῆτηρ,
 τόσσον, ὅσσον χαρίτων εἶχον ἐν ἀμφοτέροις·
5 ἡ γὰρ ἐμοὺς αἰῶνας ἐποπτεύσασα χελιδὼν
 τὸ τρίτον ἡ ξείνη μύρατ’ ἀποιχομένην.
ἀντὶ δέ μοι τούτους ἐτέων πόρε μῆνας ἀμέτρων,
 τοῦτο δὲ καὶ γῆρας νήσατό μοι Λάχεσις,
ἐλπίδα καί μοι πᾶσαν ἐνηλλάξαντο τοκῆες
10  κατθέμενοι τύμβῳ χερσὶν ἑῇσι νέκυν.
ἀλλά, πάτερ, λείπω καί σοι πολύδακρυ τεκοῦσα,
 ἐλπίδας ὑμετέρας Ἄιδι παρθεμένη.
Σατορνῖνος νοτάριος καὶ
Καλή, Καίσαρος δοῦλ(οι) {²⁷δούλ(η)}²⁷, Δό-
15 ξῃ ἰδίᾳ θυγατρὶ μνήμης χά-
           ριν.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants