[ ]
Thrace — Byzantion (Istanbul) — Hebdomon (Bakirköy) — after 1025 AD
1 | στίχοι ἐπιτάφιοι εἰς τὸν τάφον κυροῦ |
Βασιλείου τοῦ Βουλγαροκτόνου καὶ βασιλέως. | |
ἄλλοι μὲν ἄλλῃ τῶν πάλαι βασιλέων | |
αὑτοῖς προαφώρισαν εἰς ταφὴν τόπους, | |
5 | ἐγὼ δὲ Βασίλειος, πορφύρας γόνος, |
ἵστημι τύμβον ἐν τόπῳ γῆς Ἑβδόμου | |
καὶ σαββατίζω τῶν ἀμετρήτων πόνων | |
οὓς ἐν μάχαις ἔστεργον, οὓς ἐκαρτέρουν· | |
οὐ γάρ τις εἶδεν ἠρεμοῦν ἐμὸν δόρυ, | |
10 | ἀφ’ οὗ βασιλεὺς οὐρανῶν κέκληκέ με |
αὐτοκράτορα γῆς, μέγαν βασιλέα· | |
ἀλλ’ ἀγρυπνῶν ἅπαντα τὸν ζωῆς χρόνον | |
Ῥώμης τὰ τέκνα τῆς Νέας ἐρυόμην | |
ὁτὲ στρατεύων ἀνδρικῶς πρὸς ἑσπέραν, | |
15 | ὁτὲ πρὸς αὐτοὺς τοὺς ὅρους τοὺς τῆς ἕω, |
ἱστῶν τρόπαια πανταχοῦ γῆς μυρία· | |
καὶ μαρτυροῦσι τοῦτο Πέρσαι καὶ Σκύθαι, | |
σὺν οἷς Ἀβασγός, Ἰσμαήλ, Ἄραψ, Ἴβηρ· | |
καὶ νῦν ὁρῶν, ἄνθρωπε, τόνδε τὸν τάφον | |
20 | εὐχαῖς ἀμείβου τὰς ἐμὰς στρατηγίας. |