[ ] Thrace — Byzantion (Istanbul) — Hebdomon (Bakirköy) — after 1025 AD
1 στίχοι ἐπιτάφιοι εἰς τὸν τάφον κυροῦ
Βασιλείου τοῦ Βουλγαροκτόνου καὶ βασιλέως.
ἄλλοι μὲν ἄλλῃ τῶν πάλαι βασιλέων
αὑτοῖς προαφώρισαν εἰς ταφὴν τόπους,
5 ἐγὼ δὲ Βασίλειος, πορφύρας γόνος,
ἵστημι τύμβον ἐν τόπῳ γῆς Ἑβδόμου
καὶ σαββατίζω τῶν ἀμετρήτων πόνων
οὓς ἐν μάχαις ἔστεργον, οὓς ἐκαρτέρουν·
οὐ γάρ τις εἶδεν ἠρεμοῦν ἐμὸν δόρυ,
10 ἀφ’ οὗ βασιλεὺς οὐρανῶν κέκληκέ με
αὐτοκράτορα γῆς, μέγαν βασιλέα·
ἀλλ’ ἀγρυπνῶν ἅπαντα τὸν ζωῆς χρόνον
Ῥώμης τὰ τέκνα τῆς Νέας ἐρυόμην
ὁτὲ στρατεύων ἀνδρικῶς πρὸς ἑσπέραν,
15 ὁτὲ πρὸς αὐτοὺς τοὺς ὅρους τοὺς τῆς ἕω,
ἱστῶν τρόπαια πανταχοῦ γῆς μυρία·
καὶ μαρτυροῦσι τοῦτο Πέρσαι καὶ Σκύθαι,
σὺν οἷς Ἀβασγός, Ἰσμαήλ, Ἄραψ, Ἴβηρ·
καὶ νῦν ὁρῶν, ἄνθρωπε, τόνδε τὸν τάφον
20 εὐχαῖς ἀμείβου τὰς ἐμὰς στρατηγίας.
Search Help
Contact Us