[ ]
Thrace — Byzantion (Istanbul) — Hebdomon (Bakirköy) — after 1025 AD
| 1 | στίχοι ἐπιτάφιοι εἰς τὸν τάφον κυροῦ |
| Βασιλείου τοῦ Βουλγαροκτόνου καὶ βασιλέως. | |
| ἄλλοι μὲν ἄλλῃ τῶν πάλαι βασιλέων | |
| αὑτοῖς προαφώρισαν εἰς ταφὴν τόπους, | |
| 5 | ἐγὼ δὲ Βασίλειος, πορφύρας γόνος, |
| ἵστημι τύμβον ἐν τόπῳ γῆς Ἑβδόμου | |
| καὶ σαββατίζω τῶν ἀμετρήτων πόνων | |
| οὓς ἐν μάχαις ἔστεργον, οὓς ἐκαρτέρουν· | |
| οὐ γάρ τις εἶδεν ἠρεμοῦν ἐμὸν δόρυ, | |
| 10 | ἀφ’ οὗ βασιλεὺς οὐρανῶν κέκληκέ με |
| αὐτοκράτορα γῆς, μέγαν βασιλέα· | |
| ἀλλ’ ἀγρυπνῶν ἅπαντα τὸν ζωῆς χρόνον | |
| Ῥώμης τὰ τέκνα τῆς Νέας ἐρυόμην | |
| ὁτὲ στρατεύων ἀνδρικῶς πρὸς ἑσπέραν, | |
| 15 | ὁτὲ πρὸς αὐτοὺς τοὺς ὅρους τοὺς τῆς ἕω, |
| ἱστῶν τρόπαια πανταχοῦ γῆς μυρία· | |
| καὶ μαρτυροῦσι τοῦτο Πέρσαι καὶ Σκύθαι, | |
| σὺν οἷς Ἀβασγός, Ἰσμαήλ, Ἄραψ, Ἴβηρ· | |
| καὶ νῦν ὁρῶν, ἄνθρωπε, τόνδε τὸν τάφον | |
| 20 | εὐχαῖς ἀμείβου τὰς ἐμὰς στρατηγίας. |