[ ]
Att. — med. s. II p.
| 1 | Ἀντωνία ἡ καὶ Σωκρατικὴ τῷ γλυκυτάτῳ μου ἀνδρὶ |
| Ἀντιόχῳ τῷ καὶ Συνεσίῳ ἐποίησα τὸ ἡρῷον τοῦτο | |
| τέλος καμάτων. | |
| παραδίδωμι τοῖς καταχθονίοις θεοῖς τοῦτο τὸ | |
| 5 | ἡρῷον φυλάσσειν, Πλούτωνι καὶ Δήμητρι καὶ Περσε- |
| φόνῃ καὶ Ἐριννύσιν καὶ πᾶσιν τοῖς καταχθονίοις | |
| θεοῖς· εἴ τις ἀποκοσμήσει τοῦτο τὸ ἡρῷον ἢ ἀποσκουτλώσει | |
| ἢ εἴ τι καὶ ἕτερον μετακινήσει ἢ αὐτὸς ἢ δι’ ἄλλου, | |
| μὴ γῆ βατὴ μὴ θάλασσα πλωτή, ἀλλὰ ἐκριζωθήσεται | |
| 10 | παγγενεί· πᾶσι τοῖς κακοῖς πεῖραν δώσει, καὶ φρίκῃ καὶ |
| πυρετῷ καὶ τεταρτέῳ καὶ ἐλέφαντι καὶ ὅσα κακὰ | |
| καὶ θηρίοις καὶ ἀνθρώποις γίγνετε, ταῦτα γιγνέσθω | |
| τῷ τολμήσαντι ἐκ τούτου τοῦ ἡρῴου μετακινῆ- | |
| σαί τι. |