[ ]
Makedonia (Edonis) — Philippoi — 2nd c. AD — BCH 47 (1923) 84, 3
1 | ․․․ου Σεπτιμ(?)[— — — — — — — — — — — — —] |
[ἄ]στυ δὲ Νικαίης προλιπὼν [καὶ δώματα πατρὸς] | |
[ἀμφ]ετὲς Ἀσκανίην ἀπονοστεῖν [οὐκέτ’ ἔμελλον]· | |
[ἤμη]ν δ’ ἡλικίης βούπαις· θάνον οὔτι τοιοῦ[τον] | |
5 | [κά]λλος ἐν ἀνθρώποισι λιπὼν μετ’ ἐμ<α>υτὸν [ἅπασιν]. |
[κ]αί μοι γεινομένῳ δῶρ’ ἀθάνατοι δόσαν αὐτ[οὶ] | |
[ἄ]μφω ἀριστεύειν ἠμὲν Μούσας ἠδὲ παλ[αίστραν]. |