[ ]
Makedonia (Pieria) — Pydna: Halykai Kitrous — ca. 200-166 BC — SEG 43.451
1 | ἀγαθῆι τύχηι. |
Πρωτέας Φιλίππου Πυδναῖος, ὁ ἀποσταλεὶς | |
πρεσβευτὴς ὑπὸ τῆς πόλεως πρὸς Καρπωνί- | |
δαν καὶ Ἀλεξιφάην Δημητριεῖς ὢν δὲ ἱερεὺς τοῦ | |
5 | Ἀπόλλωνος τοῦ Δεκαδρύου εἶπεν· ἐπειδὴ Καρ- |
πωνίδας καὶ Ἀλεξιφάης κατακολουθήσαντες | |
τοῖς ὑπὸ τῆς πόλεως γεγραμμένοις καὶ τοῖς ὑ- | |
π’ αὐτοῦ καὶ Κλεοβούλου τοῦ Ἀντικράτου συμ- | |
πρεσβεύσαντος ἀξιουμένοι<ς> ἀποκαθεστάκει- | |
10 | σαν τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος τοῦ Δεκαδρύ- |
ου μετὰ πάσης φιλοτιμίας καὶ καλοκαιαγαθίας | |
ἀποτ[ι]θέμενοι πρὸς μὲν τὸ θεῖον εὐσέβειαν | |
πρὸς δ̣ὲ τὴν πόλιν χάριτας [ἀ]ξίας, ἵνα δὲ καὶ | |
ἡ πόλις ἡμῶν φαίνηται εὐεργετοῦσα καὶ ἀντι- | |
15 | καταλλασσομένη τιμὰς τοῖς αὐτὴν ἐκτενῶς |
προτιμῶσιν, δεδόχθαι τῆι πόλει τῆι Πυδναί- | |
ων ἐπαινέσαι τε Καρπωνίδαν καὶ Ἀλεξιφά- | |
ην ἐπὶ τῆι εὐνοίαι ἣν ἔχουσιν πρὸς τὴν πόλιν, | |
εἶναι δὲ αὐτοῖς καὶ ἐκγόνοις ἰσοπολιτείαν | |
20 | καὶ προξενίαν καὶ ἀσφάλειαν καὶ πολέμου κα̣[ὶ] |
εἰρήνης καὶ τὰ λοιπὰ φιλάνθρωπα ὑπάρχειν | |
καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις, ὅπως δὲ | |
καὶ πᾶσιν ἦι συμφανὲς ὅτι αἱ παρὰ τῶν εὐεργετη- | |
θέντων τιμαὶ χάριτες ὑπάρχουσιν διπλασίο- | |
25 | νες τοῖς εὐεργετήσασιν, ἀναγράψαι τὸ ψή- |
φισμα εἰστήλην λιθίνην καὶ στῆσαι πρὸ τοῦ | |
ναοῦ ἐν τῶι ἐπιφανεστάτωι τόπωι, τὸ δὲ | |
ἐσόμενον ἀνάλωμα ἀνενεγκεῖν τοὺς τα- | |
μίας ἐκ τοῦ ὑπαρχόντος ἱεροῦ λόγου. vacat |