[ ]
Mak. (Pieria) — Pydna: — Halykai Kitrous — ca. 200-166 BC — SEG 43.451
| 1 | ἀγαθῆι τύχηι. |
| Πρωτέας Φιλίππου Πυδναῖος, ὁ ἀποσταλεὶς | |
| πρεσβευτὴς ὑπὸ τῆς πόλεως πρὸς Καρπωνί- | |
| δαν καὶ Ἀλεξιφάην Δημητριεῖς ὢν δὲ ἱερεὺς τοῦ | |
| 5 | Ἀπόλλωνος τοῦ Δεκαδρύου εἶπεν· ἐπειδὴ Καρ- |
| πωνίδας καὶ Ἀλεξιφάης κατακολουθήσαντες | |
| τοῖς ὑπὸ τῆς πόλεως γεγραμμένοις καὶ τοῖς ὑ- | |
| π’ αὐτοῦ καὶ Κλεοβούλου τοῦ Ἀντικράτου συμ- | |
| πρεσβεύσαντος ἀξιουμένοι<ς> ἀποκαθεστάκει- | |
| 10 | σαν τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος τοῦ Δεκαδρύ- |
| ου μετὰ πάσης φιλοτιμίας καὶ καλοκαιαγαθίας | |
| ἀποτ[ι]θέμενοι πρὸς μὲν τὸ θεῖον εὐσέβειαν | |
| πρὸς δ̣ὲ τὴν πόλιν χάριτας [ἀ]ξίας, ἵνα δὲ καὶ | |
| ἡ πόλις ἡμῶν φαίνηται εὐεργετοῦσα καὶ ἀντι- | |
| 15 | καταλλασσομένη τιμὰς τοῖς αὐτὴν ἐκτενῶς |
| προτιμῶσιν, δεδόχθαι τῆι πόλει τῆι Πυδναί- | |
| ων ἐπαινέσαι τε Καρπωνίδαν καὶ Ἀλεξιφά- | |
| ην ἐπὶ τῆι εὐνοίαι ἣν ἔχουσιν πρὸς τὴν πόλιν, | |
| εἶναι δὲ αὐτοῖς καὶ ἐκγόνοις ἰσοπολιτείαν | |
| 20 | καὶ προξενίαν καὶ ἀσφάλειαν καὶ πολέμου κα̣[ὶ] |
| εἰρήνης καὶ τὰ λοιπὰ φιλάνθρωπα ὑπάρχειν | |
| καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις, ὅπως δὲ | |
| καὶ πᾶσιν ἦι συμφανὲς ὅτι αἱ παρὰ τῶν εὐεργετη- | |
| θέντων τιμαὶ χάριτες ὑπάρχουσιν διπλασίο- | |
| 25 | νες τοῖς εὐεργετήσασιν, ἀναγράψαι τὸ ψή- |
| φισμα εἰστήλην λιθίνην καὶ στῆσαι πρὸ τοῦ | |
| ναοῦ ἐν τῶι ἐπιφανεστάτωι τόπωι, τὸ δὲ | |
| ἐσόμενον ἀνάλωμα ἀνενεγκεῖν τοὺς τα- | |
| μίας ἐκ τοῦ ὑπαρχόντος ἱεροῦ λόγου. vacat |