[ ]
Makedonia (Krestonia) — Morrylos (Ano Apostoloi) — shortly after 206/5 BC (or 205/4) — SEG 39.605
See also:
1 | [— — — — — — —]Η[․․․]ΑΣΟΥ ἐν δαπά- |
[ναις μεγά]λ̣α̣ι̣ς ἐπιχορηγῶν τοῖς ἀ[φι]- | |
[κνουμ]ένοις ἔν τε τ̣[αῖ]ς ἐνδημίαις τῶν ἡ- | |
[γο]υμένων καὶ ταῖ[ς] λ̣ο̣ιπαῖς ἐπισκηνί- | |
5 | [αι]ς διαδεχόμενος καὶ δαπανῶν ἐκ |
[τοῦ ἰ]δ̣ίου· v τῶι ζʹ v καὶ ιʹ ἔτει ἐπιδεξάμε- | |
[νο]ς τιχίσαι τὴν π̣ό̣λιν μόνος χάριν τοῦ πρ[ο]- | |
[ν]οηθῆναι τῆς π̣ά̣ντων σωτηρίας ἀγα- | |
γεῖν τε εἰς τὴν ἀγο̣ρ̣ὰν [σῖτ]ο̣ν̣ ἐποίησεν̣ | |
10 | πρός τε τούτοις [δ]α[π]α̣ν̣ῶν μεγάλως |
β̣οῦς τε ἀγελαί̣α̣ς ἔ̣δ̣ω̣κεν τοῖς πολεί- | |
ταις ὥς τε τῷ θε[ῷ]· δι’ ἃ δὴ ἔδοξεν ἐπαινέ- | |
σαι τὸν Ἀλκέταν [ἐπί τε τῇ προ]νοίᾳ καὶ τῇ | |
πρὸς τοὺς π[ο]λ̣ε̣ί̣τας [εὐ]νοίᾳ καὶ στεφα- | |
15 | νῶσ̣αι [αὐ]τὸν θ[αλ]λ[οῦ στε]φάνῳ καὶ εἰ- |
κόνι γραπτῇ, τ̣ε̣θ̣ῆ̣ναι δὲ αὐτοῦ | |
τὴν εἰκόνα [ἐν τῷ ἐπι]φανεστάτῳ | |
[τό]π̣ῳ τοῦ Ἀ[σ]κληπιε̣ί̣ου, ἄγεσθαι δὲ | |
[τὴ]ν ἡμέραν αὐ[τὴν ἑ]κ̣άστου Δαι[σί]- | |
20 | ου μη[ν]ὸς ἱ̣ε̣ρ̣ά̣ν̣, ὅτε Ἀλκέτας ᾑρέ[θη] |
εἰς μεγίστας ἀ[ρ]χὰς παρὰ τῶν πολ[ει]- | |
τῶν, ἵν̣α [κα]ὶ [οἱ λοιποὶ] π̣[ροθυ]μότερ[οι] | |
γείνωνται πρὸς τὴν τῆς πόλεως φιλο̣[τι]- | |
[μ]ίαν ὁρῶντες, [τὸ δὲ ψήφισμα] ἀποστα- | |
25 | [λ]ῆν̣[αί] τε [παρὰ τῶν ἀρχόν]τ̣ων τῷ μν̣[ή]- |
[μονι κ]α̣ὶ̣ ἀναγραφῆναι εἰστήλ[ην] | |
[λιθίνη]ν, τεθῆναι δὲ ἐν τῷ ἐπιφα- | |
νεστάτῳ τόπῳ. ἐπεχειροτο- | |
νήθη [— — — — — — — — —] |