[ ] Euboia — Chalkis — 221-197 BC — IG XII Suppl. 644
1 οἱ οἰκονόμοι ἐπιμελείσθωσαν, ὅπως τὰ
διαταχθέντα ὑπὸ τοῦ βασιλέως εἰς τὰς
παραθέσεις διατηρῆται ἄφθαρτα· καὶ ὅσα
μὲν ἤδη παράκειται, ὧν μέτρον ἐστίν, ἀνα-
5 μετρησάτωσαν παρόντων τῶν φρουράρχων,
ὧν δὲ σταθμός, ἀναστησάτωσαν, ὅπως καὶ
οἱ φρούραρχοι παρακολουθῶσιν ὅσα ὑπάρχει.
καὶ τὰς μὲν κλεῖδας τῶν ἀποθηκῶν ἐχέ-
τωσαν οἱ διὰ τῶν οἰκονόμων χειρισταί,
10 σφραγιζέσθωσαν δὲ τὰ οἰκήματα οἱ φρού-
ραρχοι καὶ φροντιζέτωσαν, ὅπως μηθὲν ἐ-
κ τῆς παραθέσεως ἀφαιρῆται ἐὰμ μή τι-
να παλαιούμενα δοκῆι ἀχρειοῦσθαι. ταῦ-
τα δὲ αἰρέσθω ὅταν τὸ ἴσον πλῆθος προα-
15 ναχθῆι. καὶ τὸμ μὲν σῖτον ἀναγέτωσαν ἀ-
πὸ τῆς νέας προσόδου ἄβροχον καὶ εὐθέ-
ως συντασσέτωσαν διαπάσσειν τῆι γῆι
τῆι Χαλκιδικῆι, τὸν δὲ οἶνον καὶ τὰ ξύλα ἐ-
γνεούτωσαν διὰ πέντε ἐτῶν καὶ φροντι-
20 ζέτωσαν, ὅπως ὁ οἶνος ἄγηται ἐφέτειος ἡ-
δὺς βεβασανισμένος. ἐπισκοπείτωσαν δὲ
καὶ τὰ σιτοβολεῖα τῆς μὲν θερινῆς ἑξαμήνου,
καθ’ ὃν ἂν καιρὸν ὄμβρος γένηται, τῆς δὲ χειμε-
ρινῆς κατὰ δεχήμερον· καὶ ἐάν τι ῥεῦμα γε-
25 γονὸς ἦι εἰς τὸν σῖτον, ἐπισκευαζέ̣[τ]ω-
σαν παραχρῆμα. ἐὰν δέ τινες τῶν οἰκονό-
μων ἢ τῶν διὰ τῶν οἰκονόμων ἢ τὰς σφραγῖ-
δας ἀφέλωσιν ἄνευ τῶν φρουράρχων ἢ ἐ-
ξενέγκωσίν τινα πρὸ τοῦ ἕτερα ἀναγα-
30 γεῖν ἢ διὰ τὸ μὴ ἐπισκοπεῖν κατὰ τοὺς γε-
γραμμένους χρόνους ἐάσωσίν τινα ἀ-
χρειωθῆναι, ἐλεγχθέντες παθέτωσαν, ὅ τι
ἂν αὐτῶν ὁ βασιλεὺς καταγνῶι. οἱ δὲ φρού-
ραρχοι ἐάν τε ὀλιωρήσωσιν τῆς φυλακῆς
35 τῶμ παρακειμένων, ἐάν τε ἑκόντες προῶν-
ται ἑτέροις, ἐάν τε αὐτοὶ λάβωσιν, ἔνοχοι ἔ-
σονται, ὧι ἂν ὁ βασιλεὺς αὐτῶν καταγνῶι.
ὅτι δ’ ἂμ μὴ ποιήσωσιν οἱ οἰκονόμοι τῶν γε-
γραμμένων ἐν τούτωι τῶι διαγράμματι,
40 γραφέτω τῶι βασιλεῖ παραχρῆμα ὁ φρούραρ-
χος ὁ τεταγμένος, ἐν ὧι ἂν τόπωι ἦι τὸ ὀλι-
ωρούμενον, ὅπω̣ς ὁ βασιλεὺς διαγνῶι περὶ
τοῦ ὀλιωρήσαντος, τίνος ἄξιός ἐστιν ἐπιτι-
μήσεως. ἐὰν δὲ μὴ ἐπιστείληι, ἀλλὰ πρότερον
45 ὁ βασιλεὺς παρ’ ἑτέρου πύθηται, πραχθήσεται
ζημίαν δραχμὰς ἑξακισχιλίας. τὸ δὲ διά-
γραμμα τοῦτο ἕκαστος τῶν οἰκονόμων ἀνα-
γράψας εἰς στήλην στησάτω ἐν τῶι ἐπιφανε-
στάτωι τόπωι τοῦ φρουρίου καὶ αὐτός, ὅταν ἢ με-
50 τάγηται ἐφ’ ἕτερον τόπον ἢ ἀφιῆται ἀπὸ
τῆς χρείας, παραδιδότω τῶι ἐπικαθιστα-
μένωι μετὰ τῶν λοιπῶν τῶν ἐκ τῆς οἰκονο-
μίας κατὰ τὸ διάγραμμα τοῦτο.
Search Help
Contact Us