| 1 | οἱ οἰκονόμοι ἐπιμελείσθωσαν, ὅπως τὰ |
| διαταχθέντα ὑπὸ τοῦ βασιλέως εἰς τὰς | |
| παραθέσεις διατηρῆται ἄφθαρτα· καὶ ὅσα | |
| μὲν ἤδη παράκειται, ὧν μέτρον ἐστίν, ἀνα- | |
| 5 | μετρησάτωσαν παρόντων τῶν φρουράρχων, |
| ὧν δὲ σταθμός, ἀναστησάτωσαν, ὅπως καὶ | |
| οἱ φρούραρχοι παρακολουθῶσιν ὅσα ὑπάρχει. | |
| καὶ τὰς μὲν κλεῖδας τῶν ἀποθηκῶν ἐχέ- | |
| τωσαν οἱ διὰ τῶν οἰκονόμων χειρισταί, | |
| 10 | σφραγιζέσθωσαν δὲ τὰ οἰκήματα οἱ φρού- |
| ραρχοι καὶ φροντιζέτωσαν, ὅπως μηθὲν ἐ- | |
| κ τῆς παραθέσεως ἀφαιρῆται ἐὰμ μή τι- | |
| να παλαιούμενα δοκῆι ἀχρειοῦσθαι. ταῦ- | |
| τα δὲ αἰρέσθω ὅταν τὸ ἴσον πλῆθος προα- | |
| 15 | ναχθῆι. καὶ τὸμ μὲν σῖτον ἀναγέτωσαν ἀ- |
| πὸ τῆς νέας προσόδου ἄβροχον καὶ εὐθέ- | |
| ως συντασσέτωσαν διαπάσσειν τῆι γῆι | |
| τῆι Χαλκιδικῆι, τὸν δὲ οἶνον καὶ τὰ ξύλα ἐ- | |
| γνεούτωσαν διὰ πέντε ἐτῶν καὶ φροντι- | |
| 20 | ζέτωσαν, ὅπως ὁ οἶνος ἄγηται ἐφέτειος ἡ- |
| δὺς βεβασανισμένος. ἐπισκοπείτωσαν δὲ | |
| καὶ τὰ σιτοβολεῖα τῆς μὲν θερινῆς ἑξαμήνου, | |
| καθ’ ὃν ἂν καιρὸν ὄμβρος γένηται, τῆς δὲ χειμε- | |
| ρινῆς κατὰ δεχήμερον· καὶ ἐάν τι ῥεῦμα γε- | |
| 25 | γονὸς ἦι εἰς τὸν σῖτον, ἐπισκευαζέ̣[τ]ω- |
| σαν παραχρῆμα. ἐὰν δέ τινες τῶν οἰκονό- | |
| μων ἢ τῶν διὰ τῶν οἰκονόμων ἢ τὰς σφραγῖ- | |
| δας ἀφέλωσιν ἄνευ τῶν φρουράρχων ἢ ἐ- | |
| ξενέγκωσίν τινα πρὸ τοῦ ἕτερα ἀναγα- | |
| 30 | γεῖν ἢ διὰ τὸ μὴ ἐπισκοπεῖν κατὰ τοὺς γε- |
| γραμμένους χρόνους ἐάσωσίν τινα ἀ- | |
| χρειωθῆναι, ἐλεγχθέντες παθέτωσαν, ὅ τι | |
| ἂν αὐτῶν ὁ βασιλεὺς καταγνῶι. οἱ δὲ φρού- | |
| ραρχοι ἐάν τε ὀλιωρήσωσιν τῆς φυλακῆς | |
| 35 | τῶμ παρακειμένων, ἐάν τε ἑκόντες προῶν- |
| ται ἑτέροις, ἐάν τε αὐτοὶ λάβωσιν, ἔνοχοι ἔ- | |
| σονται, ὧι ἂν ὁ βασιλεὺς αὐτῶν καταγνῶι. | |
| ὅτι δ’ ἂμ μὴ ποιήσωσιν οἱ οἰκονόμοι τῶν γε- | |
| γραμμένων ἐν τούτωι τῶι διαγράμματι, | |
| 40 | γραφέτω τῶι βασιλεῖ παραχρῆμα ὁ φρούραρ- |
| χος ὁ τεταγμένος, ἐν ὧι ἂν τόπωι ἦι τὸ ὀλι- | |
| ωρούμενον, ὅπω̣ς ὁ βασιλεὺς διαγνῶι περὶ | |
| τοῦ ὀλιωρήσαντος, τίνος ἄξιός ἐστιν ἐπιτι- | |
| μήσεως. ἐὰν δὲ μὴ ἐπιστείληι, ἀλλὰ πρότερον | |
| 45 | ὁ βασιλεὺς παρ’ ἑτέρου πύθηται, πραχθήσεται |
| ζημίαν δραχμὰς ἑξακισχιλίας. τὸ δὲ διά- | |
| γραμμα τοῦτο ἕκαστος τῶν οἰκονόμων ἀνα- | |
| γράψας εἰς στήλην στησάτω ἐν τῶι ἐπιφανε- | |
| στάτωι τόπωι τοῦ φρουρίου καὶ αὐτός, ὅταν ἢ με- | |
| 50 | τάγηται ἐφ’ ἕτερον τόπον ἢ ἀφιῆται ἀπὸ |
| τῆς χρείας, παραδιδότω τῶι ἐπικαθιστα- | |
| μένωι μετὰ τῶν λοιπῶν τῶν ἐκ τῆς οἰκονο- | |
| μίας κατὰ τὸ διάγραμμα τοῦτο. |