[ ]
Euboia — Chalkis — 221-197 BC — IG XII Suppl. 644
1 | οἱ οἰκονόμοι ἐπιμελείσθωσαν, ὅπως τὰ |
διαταχθέντα ὑπὸ τοῦ βασιλέως εἰς τὰς | |
παραθέσεις διατηρῆται ἄφθαρτα· καὶ ὅσα | |
μὲν ἤδη παράκειται, ὧν μέτρον ἐστίν, ἀνα- | |
5 | μετρησάτωσαν παρόντων τῶν φρουράρχων, |
ὧν δὲ σταθμός, ἀναστησάτωσαν, ὅπως καὶ | |
οἱ φρούραρχοι παρακολουθῶσιν ὅσα ὑπάρχει. | |
καὶ τὰς μὲν κλεῖδας τῶν ἀποθηκῶν ἐχέ- | |
τωσαν οἱ διὰ τῶν οἰκονόμων χειρισταί, | |
10 | σφραγιζέσθωσαν δὲ τὰ οἰκήματα οἱ φρού- |
ραρχοι καὶ φροντιζέτωσαν, ὅπως μηθὲν ἐ- | |
κ τῆς παραθέσεως ἀφαιρῆται ἐὰμ μή τι- | |
να παλαιούμενα δοκῆι ἀχρειοῦσθαι. ταῦ- | |
τα δὲ αἰρέσθω ὅταν τὸ ἴσον πλῆθος προα- | |
15 | ναχθῆι. καὶ τὸμ μὲν σῖτον ἀναγέτωσαν ἀ- |
πὸ τῆς νέας προσόδου ἄβροχον καὶ εὐθέ- | |
ως συντασσέτωσαν διαπάσσειν τῆι γῆι | |
τῆι Χαλκιδικῆι, τὸν δὲ οἶνον καὶ τὰ ξύλα ἐ- | |
γνεούτωσαν διὰ πέντε ἐτῶν καὶ φροντι- | |
20 | ζέτωσαν, ὅπως ὁ οἶνος ἄγηται ἐφέτειος ἡ- |
δὺς βεβασανισμένος. ἐπισκοπείτωσαν δὲ | |
καὶ τὰ σιτοβολεῖα τῆς μὲν θερινῆς ἑξαμήνου, | |
καθ’ ὃν ἂν καιρὸν ὄμβρος γένηται, τῆς δὲ χειμε- | |
ρινῆς κατὰ δεχήμερον· καὶ ἐάν τι ῥεῦμα γε- | |
25 | γονὸς ἦι εἰς τὸν σῖτον, ἐπισκευαζέ̣[τ]ω- |
σαν παραχρῆμα. ἐὰν δέ τινες τῶν οἰκονό- | |
μων ἢ τῶν διὰ τῶν οἰκονόμων ἢ τὰς σφραγῖ- | |
δας ἀφέλωσιν ἄνευ τῶν φρουράρχων ἢ ἐ- | |
ξενέγκωσίν τινα πρὸ τοῦ ἕτερα ἀναγα- | |
30 | γεῖν ἢ διὰ τὸ μὴ ἐπισκοπεῖν κατὰ τοὺς γε- |
γραμμένους χρόνους ἐάσωσίν τινα ἀ- | |
χρειωθῆναι, ἐλεγχθέντες παθέτωσαν, ὅ τι | |
ἂν αὐτῶν ὁ βασιλεὺς καταγνῶι. οἱ δὲ φρού- | |
ραρχοι ἐάν τε ὀλιωρήσωσιν τῆς φυλακῆς | |
35 | τῶμ παρακειμένων, ἐάν τε ἑκόντες προῶν- |
ται ἑτέροις, ἐάν τε αὐτοὶ λάβωσιν, ἔνοχοι ἔ- | |
σονται, ὧι ἂν ὁ βασιλεὺς αὐτῶν καταγνῶι. | |
ὅτι δ’ ἂμ μὴ ποιήσωσιν οἱ οἰκονόμοι τῶν γε- | |
γραμμένων ἐν τούτωι τῶι διαγράμματι, | |
40 | γραφέτω τῶι βασιλεῖ παραχρῆμα ὁ φρούραρ- |
χος ὁ τεταγμένος, ἐν ὧι ἂν τόπωι ἦι τὸ ὀλι- | |
ωρούμενον, ὅπω̣ς ὁ βασιλεὺς διαγνῶι περὶ | |
τοῦ ὀλιωρήσαντος, τίνος ἄξιός ἐστιν ἐπιτι- | |
μήσεως. ἐὰν δὲ μὴ ἐπιστείληι, ἀλλὰ πρότερον | |
45 | ὁ βασιλεὺς παρ’ ἑτέρου πύθηται, πραχθήσεται |
ζημίαν δραχμὰς ἑξακισχιλίας. τὸ δὲ διά- | |
γραμμα τοῦτο ἕκαστος τῶν οἰκονόμων ἀνα- | |
γράψας εἰς στήλην στησάτω ἐν τῶι ἐπιφανε- | |
στάτωι τόπωι τοῦ φρουρίου καὶ αὐτός, ὅταν ἢ με- | |
50 | τάγηται ἐφ’ ἕτερον τόπον ἢ ἀφιῆται ἀπὸ |
τῆς χρείας, παραδιδότω τῶι ἐπικαθιστα- | |
μένωι μετὰ τῶν λοιπῶν τῶν ἐκ τῆς οἰκονο- | |
μίας κατὰ τὸ διάγραμμα τοῦτο. |