[ ]
Makedonia (Mygdonia) — Kalindoia (Kalamoto, S. of) — Doumbia, W. of — 2nd/1st c. BC — SEG 28.541 — cf. SEG 32.633; SEG 42.596
1 | [εἰ γνῶναι ποθέε]ι̣ς̣ τὸ ἐμὸν γένος, ἅδε [πέτρα σοι] |
[λέξει, ὅστις] κεῖμαι τᾷδε λιπὼν βίοτον. | |
[δωδεκέτης ἔ]θανον, βαίνω δ’ ὑπὸ τύμβον ἄφη̣[μος] | |
[ἐνδόξου π]ά̣ππου τἀτὸ λαχὸν ὄνομα· | |
5 | [κέκλητ’ οὖν κ]ἀ̣κ̣εῖνος Ἀριστομένοιο Φιλώτας, |
ὃς πάτραι γνώμα̣ν ἔσχεν ἰσουράνιον· | |
δὴ τοῦ χαλκείαν μὲν ἀνέστασαν πολιᾶται | |
ἰκόναν εἰς μνάμναν {²⁶μνάμαν}²⁶, βάντες ἐν εὐνομίαι· | |
ἑζόμενος γὰ̣ρ̣ ἔχει χ̣έρα̣ γούνατι, τὰ δέ τευ̣ ἄλλα | |
10 | δάμου καὶ βουλᾶ̣ς τόνδε κρατεῖ στέφανον· |
[κα]ρύσσει δ’ ἀρετὰν δαῒ ἁ σταδ̣ι[αί]α̣ πολύγραπτος | |
στάλα {ι} καὶ πύ̣ρ̣γων ὡς ἐφάνη π̣ρ̣όμα̣χος. | |
τοῦ δ’ αὐτοῦ τόδε σᾶμα καὶ ἡρώων ἀνάθημά | |
ἐστι καὶ ἁ σπλάγχνων ξ̣ύν[θ]ε̣τος εὐγένεα. | |
15 | τρισσὰ̣ς δ’ ἐν ζωοῖσιν ἐγὼ λίπω ξυνομαίμους, |
μουσογράφους φοιτῶν ἀρτ̣ιμαθεῖς σελίδ<α>ς | |
καὶ ζω̣ὸν μάτηρ ἔτι νήπι̣[ο]ν ὄντα με ἔλειπε, | |
[ἇ]ς̣ τύμβωι κρυφθεὶς κεῖμαι ὁμοῦ φθίμενος. | |
[δ]ακρύει δὲ τάφος τὸν ἐμὸν μόρον, ὡς ταχὺς Ἅ̣δαν | |
20 | ἦλθον ἀπὸ προγόνων δώματα Φερσεφόνη[ς]. |