[ ]
Mak. (Mygdonia) — Kalindoia (Kalamoto, S. of) — Doumbia, W. of — 2nd/1st c. BC — SEG 28.541 — cf. SEG 32.633; SEG 42.596
| 1 | [εἰ γνῶναι ποθέε]ι̣ς̣ τὸ ἐμὸν γένος, ἅδε [πέτρα σοι] |
| [λέξει, ὅστις] κεῖμαι τᾷδε λιπὼν βίοτον. | |
| [δωδεκέτης ἔ]θανον, βαίνω δ’ ὑπὸ τύμβον ἄφη̣[μος] | |
| [ἐνδόξου π]ά̣ππου τἀτὸ λαχὸν ὄνομα· | |
| 5 | [κέκλητ’ οὖν κ]ἀ̣κ̣εῖνος Ἀριστομένοιο Φιλώτας, |
| ὃς πάτραι γνώμα̣ν ἔσχεν ἰσουράνιον· | |
| δὴ τοῦ χαλκείαν μὲν ἀνέστασαν πολιᾶται | |
| ἰκόναν εἰς μνάμναν {²⁶μνάμαν}²⁶, βάντες ἐν εὐνομίαι· | |
| ἑζόμενος γὰ̣ρ̣ ἔχει χ̣έρα̣ γούνατι, τὰ δέ τευ̣ ἄλλα | |
| 10 | δάμου καὶ βουλᾶ̣ς τόνδε κρατεῖ στέφανον· |
| [κα]ρύσσει δ’ ἀρετὰν δαῒ ἁ σταδ̣ι[αί]α̣ πολύγραπτος | |
| στάλα {ι} καὶ πύ̣ρ̣γων ὡς ἐφάνη π̣ρ̣όμα̣χος. | |
| τοῦ δ’ αὐτοῦ τόδε σᾶμα καὶ ἡρώων ἀνάθημά | |
| ἐστι καὶ ἁ σπλάγχνων ξ̣ύν[θ]ε̣τος εὐγένεα. | |
| 15 | τρισσὰ̣ς δ’ ἐν ζωοῖσιν ἐγὼ λίπω ξυνομαίμους, |
| μουσογράφους φοιτῶν ἀρτ̣ιμαθεῖς σελίδ<α>ς | |
| καὶ ζω̣ὸν μάτηρ ἔτι νήπι̣[ο]ν ὄντα με ἔλειπε, | |
| [ἇ]ς̣ τύμβωι κρυφθεὶς κεῖμαι ὁμοῦ φθίμενος. | |
| [δ]ακρύει δὲ τάφος τὸν ἐμὸν μόρον, ὡς ταχὺς Ἅ̣δαν | |
| 20 | ἦλθον ἀπὸ προγόνων δώματα Φερσεφόνη[ς]. |