[ ] Makedonia (Mygdonia) — Kalindoia (Kalamoto, S. of) — Doumbia, W. of — 2nd/1st c. BC — SEG 28.541 — cf. SEG 32.633; SEG 42.596
1 [εἰ γνῶναι ποθέε]ι̣ς̣ τὸ ἐμὸν γένος, ἅδε [πέτρα σοι]
[λέξει, ὅστις] κεῖμαι τᾷδε λιπὼν βίοτον.
[δωδεκέτης ἔ]θανον, βαίνω δ’ ὑπὸ τύμβον ἄφη̣[μος]
[ἐνδόξου π]ά̣ππου τἀτὸ λαχὸν ὄνομα·
5 [κέκλητ’ οὖν κ]ἀ̣κ̣εῖνος Ἀριστομένοιο Φιλώτας,
 ὃς πάτραι γνώμα̣ν ἔσχεν ἰσουράνιον·
δὴ τοῦ χαλκείαν μὲν ἀνέστασαν πολιᾶται
 ἰκόναν εἰς μνάμναν {²⁶μνάμαν}²⁶, βάντες ἐν εὐνομίαι·
ἑζόμενος γὰ̣ρ̣ ἔχει χ̣έρα̣ γούνατι, τὰ δέ τευ̣ ἄλλα
10  δάμου καὶ βουλᾶ̣ς τόνδε κρατεῖ στέφανον·
[κα]ρύσσει δ’ ἀρετὰν δαῒ ἁ σταδ̣ι[αί]α̣ πολύγραπτος
 στάλα {ι} καὶ πύ̣ρ̣γων ὡς ἐφάνη π̣ρ̣όμα̣χος.
τοῦ δ’ αὐτοῦ τόδε σᾶμα καὶ ἡρώων ἀνάθημά
 ἐστι καὶ ἁ σπλάγχνων ξ̣ύν[θ]ε̣τος εὐγένεα.
15 τρισσὰ̣ς δ’ ἐν ζωοῖσιν ἐγὼ λίπω ξυνομαίμους,
μουσογράφους φοιτῶν ἀρτ̣ιμαθεῖς σελίδ<α>ς
καὶ ζω̣ὸν μάτηρ ἔτι νήπι̣[ο]ν ὄντα με ἔλειπε,
[ἇ]ς̣ τύμβωι κρυφθεὶς κεῖμαι ὁμοῦ φθίμενος.
[δ]ακρύει δὲ τάφος τὸν ἐμὸν μόρον, ὡς ταχὺς Ἅ̣δαν
20  ἦλθον ἀπὸ προγόνων δώματα Φερσεφόνη[ς].
Search Help