[ ]
Att. — s. I p.
| col. I.1 | τῆιδε Μενανδρείων ἐπέων δεδαηκότα πάσας |
| τύξιας εὐιέροις ἀγλαὸν ἐν θυμέλαις | |
| ἐκτέρισαν θεράποντες ἀερσίφρονος Διονύσου | |
| αὐτῶι κισσοφόρωι τοῦτο χαριζόμενοι· | |
| 5 | τοιγὰρ οἳ Βρομίωι Παφίηι τε νέοι μεμέλησθε |
| δευόμενον γεράων μὴ παρανεῖσθε τάφον, | |
| ἀλλὰ παραστείχοντες ἢ οὔνομα κλεινὸν ὁμαρτῆι | |
| βωστρέετ’ ἢ ῥαδινὰς συμπλαταγεῖτε χέρας. | |
| 8a | ⸐ vac. 0.075 |
| 9 | προσεννέπω Στράτωνα καὶ τιμῶ κρότωι. |
| col. II.10 | Κύιντος Μάρκιος |
| Στράτων καὶ Κύιν- | |
| τος Μάρκιος Τιτια- | |
| νὸς Χολλεῖδαι κω- | |
| μωδοὶ περιοδονεῖ- | |
| 15 | και. |