[ ]
Makedonia (Orestis) — Archangelos (formerly Tsouka) — 1st/2nd c. AD — GVI 665
below relief.1 | Νικάνωρ Νικάνορος ἥρω[ς] |
χαῖρε· | |
Νικάνωρ ἐπὶ παιδὶ τάφον Νικάνορι [τόνδε] | |
θῆκε· λίθος δ’ ἐνέπει ταῦτα παρε[ρχομένοις]· | |
5 | μοῦνος ἐγὼ πατρὸς καὶ μητέρος ἐν μ̣[εγάροισιν] |
θρέφθην· ἀλλ’ Ἄιδης οὐκ ἐλεεῖν ἔμαθ[εν], | |
[ἀ]λλά με δωδεκέτηρον ὑπὸ χθονὸς ἤγαγε π[αῖδα], | |
ἐλπίδας ἐκκόψας ἡμετέρων τοκέω[ν]· | |
κεῖμαι δ’ ηἰθέων τε καὶ εὐσεβέων ἐνὶ χώ̣[ρωι], | |
10 | πατρ̣ὶ μὲν οἰκτρὸς ἐμῶι, πᾶσι δὲ κεῖθι φίλο[ς] |
τοῦτο δ’ ἐμῆς γνώμης ἀστοῖς ἔτι νηπίαχό[ς περ] | |
ἐξενέπω· τέκνων λείψανα πολλὰ λιπε̣[ῖν] | |
[δ]ώμασιν· εἰ γὰρ καί τι παρασφήλειέ τις αἴσ[ηι] | |
[οὔποτέ γ’ ἐ]ν̣ κραδίηι πένθος ὅμοιον ἔτ̣[λη]. |