[ ]
Mak. (Orestis) — Archangelos (formerly Tsouka) — 1st/2nd c. AD — GVI 665
| below relief.1 | Νικάνωρ Νικάνορος ἥρω[ς] |
| χαῖρε· | |
| Νικάνωρ ἐπὶ παιδὶ τάφον Νικάνορι [τόνδε] | |
| θῆκε· λίθος δ’ ἐνέπει ταῦτα παρε[ρχομένοις]· | |
| 5 | μοῦνος ἐγὼ πατρὸς καὶ μητέρος ἐν μ̣[εγάροισιν] |
| θρέφθην· ἀλλ’ Ἄιδης οὐκ ἐλεεῖν ἔμαθ[εν], | |
| [ἀ]λλά με δωδεκέτηρον ὑπὸ χθονὸς ἤγαγε π[αῖδα], | |
| ἐλπίδας ἐκκόψας ἡμετέρων τοκέω[ν]· | |
| κεῖμαι δ’ ηἰθέων τε καὶ εὐσεβέων ἐνὶ χώ̣[ρωι], | |
| 10 | πατρ̣ὶ μὲν οἰκτρὸς ἐμῶι, πᾶσι δὲ κεῖθι φίλο[ς] |
| τοῦτο δ’ ἐμῆς γνώμης ἀστοῖς ἔτι νηπίαχό[ς περ] | |
| ἐξενέπω· τέκνων λείψανα πολλὰ λιπε̣[ῖν] | |
| [δ]ώμασιν· εἰ γὰρ καί τι παρασφήλειέ τις αἴσ[ηι] | |
| [οὔποτέ γ’ ἐ]ν̣ κραδίηι πένθος ὅμοιον ἔτ̣[λη]. |