[ ]
Thess. (Achaia Phthiotis) — Thaumakoi (Domokos) — ca. 50 BC [Kram. 104, F11] — cf. Corrigenda p. XII
See also:
| 1 | [στραταγέοντος] τῶ̣[ν] Θ[ε]σσαλῶν [Ἰσ]αγόρα μηνὶ Ἁ̣δ[ρομίῳ ․․․․] δευτέ[ρᾳ ἀρχόντων — —] |
| [— τοῦ] Κλεαγένεος, Περιάνδρου τοῦ Λάμπων[ος ․․․․․]<ς> το<ῦ> Νικοβούλ[ου, —]#⁷Μ[—] | |
| ․․․․․ένων ἐκ προγραφῆς· ἐπειδὴ Ἀνδροσθένης [Θεμι]στ̣ογένους Γυ[ρτώνιο]ς ἀπὸ | |
| [τῆς π]ρ̣ώτης ἡλικίας διατελεῖ ἀεί τινος ἀγαθοῦ παραίτιος γινόμενος [τῇ πόλει] τῇ Θαυμ̣[α]- | |
| 5 | [κ]ῶν καὶ τοῖς ἐντυνχάνουσι κατ’ ἰδίαν τῶν πολιτῶν σπουδῆς καὶ φι[λοτιμία]ς οὐθὲν [ἐλ]- |
| [λε]ίπων τῶν συμφερόντων τῇ πόλει τῇ Θαυμακῶν καθὼς ἐπιβάλ[λον] ἐστιν [ἀν]- | |
| [δρ]ὶ καλῷ κἀγαθῷ καὶ δόξης ἀντεχομένῳ· ἔδοξε τῇ πόλει τῇ Θαυμακῶν· ἐπα̣[ινέ]- | |
| [σ]αι τε Ἀνδροσθένην ἐπὶ τῇ προαιρέσει ᾗ ἔχει πρὸς τὴν πόλιν τ<ὴ>ν Θαυμακῶν | |
| ἐπὶ τοῖς διαπεπραγμένοις ὑπ’ αὐτοῦ εὐχρήστοις εἰς τὴν πόλιν καὶ εἶναι αὐτὸν π[ό]- | |
| 10 | λεως τῆς Θαυμακῶν πρόξενον καὶ εὐεργέτην καὶ ὑπάρχειν αὐτῷ τε καὶ ἐγγόνοι[ς πα]- |
| ρὰ τῆς πόλεως τῆς Θαυμακῶν τὰ τίμια καὶ φιλάνθρωπα ὅσα καὶ τοῖς ἄλλοις προξένοις κ[αὶ εὐ]- | |
| [ερ]γ̣έταις τῆς πόλεως ὑπάρχει, καὶ τοὺς ταγοὺς τῆς πόλεως ἀποστεῖλαι πρὸς τὴν π[όλιν] | |
| [τὴ]ν Γυρτωνίων τὸ ἀντίγραφον τοῦ ψηφίσματος καὶ τῶν τιμίων, προνοηθῆναι δὲ τοὺ[ς τα]- | |
| [γο]ὺς ὅπως ἀναγραφῇ τὸ ψήφισμα καὶ τὰ δεδογμένα τίμια οὗ καὶ τὰ ἄλλα ἐθίζουσ<ι>[ν]. |