[ ]
Thess. (Achaia Phthiotis) — Thaumakoi (Domokos) — 160/159 BC? [Kram. 58, B9]
See also:
| 1 | [στραταγέοντος] Ἀλεξίππου μηνὸς Ἰτωνίου δευ- |
| [τέραι ἐν κυρί]αι ἐκκλησίαι ἀρχόντων Στύφωνος | |
| [— — — — — — Εὐ]θυδάμου τοῦ Μαράντα, Κάμωνος | |
| [τοῦ — — — — —]ου, ταμιεύοντος Ἡρακλείτου τοῦ Λάμ- | |
| 5 | [πωνος(?) ἐπειδὴ Ἀλέξ]ιππος καὶ Ἱππόλοχος οἱ Ἱππολόχου Λαρι- |
| [σαῖοι φίλ]οι ὑπάρχοντι τᾶι πόλει τᾶι Θαυμακῶν καὶ | |
| [ἀπὸ τᾶς πρώ]τας ἁλικίας εὔχρηστοι καὶ κατὰ κοινὸν καὶ κατ’ | |
| [ἰδίαν, ἔδ]οξε τᾶι πόλει ἐπαινέσαι αὐτοὺς καὶ δεδό- | |
| [σθαι αὐτ]οῖς τε καὶ ἐκγόνοις προξενίαν, ἰσοπολιτεί- | |
| 10 | [αν, ἐπινο]μίαν, ἀσυλίαν, ἀσφάλειαν, ἔγκτησιν, ἀτέλειαν |
| [ἁπάντων] καὶ πολέμου καὶ εἰράνας ἐν τὸν ἅπαντα χρό- | |
| [νον καὶ ὅ]σα τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις | |
| [δίδοται] πάντα. ἔγγυος τᾶς προξενίας | |
| [— — — — —] Νικοβούλου. {²Maeandri ornamentum}² |