[ ]
Thess. (Achaia Phthiotis) — Thebes: Pyrasos (Nea Anchialos) — 181/180 BC — cf. Corrigenda p. IX,133
| 1 | [στρ]αταγέοντος Ἱππολ[όχου τοῦ Ἀλεξίππου(?)] |
| [τα]μιεύοντος τὰν βʹ ἑξάμ[ηνον — — — — — —] | |
| [τοῦ] Ἀντιγένεος ο[ἱ] ἀπελευθε[ρωθέντες] | |
| [κατ]ὰ τὸν νόμον μηνὸς Ἁγναίου· Ἔφο[ρος Ἀ]- | |
| 5 | [ρι]στοκράτεος ἀπελευθερωθεὶς ἀπὸ Λύκ[ου τοῦ] |
| Ἐλ[πίν]ου ἔδωκ̣ε τᾶι πόλει τὸ ἐκ τοῦ νόμου | |
| στατῆρας ιεʹ. μηνὸς Κουραλίου· Ἐπ̣αφ[ρ]όδ[ι]- | |
| [τ]ος Νικία ἀπελευθερωθεὶς ἀπὸ Νικία τοῦ | |
| Ἁγησιμάχου ἔδωκε τᾶι πόλει τὸ ἐκ τοῦ νό- | |
| 10 | μου στατῆρας ιεʹ. Ἰτωνίου· Σωσύλλα Μητροδ[ώ]- |
| ρου ἀπελευθερωθεῖσα ἀπὸ Ἀπολλ[ο]φάνεος | |
| τοῦ Ἁρμοδίου, ἔδωκε τᾶι πόλει τὸ ἐκ τοῦ [νό]μο[υ] | |
| στατῆρας ιεʹ. Ἱπποδρομίου· Μενίσκος [Δη]μη- | |
| τρίου ἀπελευθερωθεὶς ἀπὸ Φίλωνος τοῦ Ἀν- | |
| 15 | τιγένεος ἔδωκε τὸ ἐκ τοῦ νόμου στατῆρας [ιεʹ]. |
| Μεγα[λ]αρτίου· Ι[— —]Α#⁷[—]Λ̣Δ̣Ν[․]#⁷#⁷[— —] |