[ ]
Malis — Lamia — 3rd/2nd c. BC — cf. Corrigenda p. IX — SGDI II 1441
1 | [ἀγαθᾶι τύχα]ι· ἔδοξε τᾶι πόλει· |
[ἐπειδὴ Πολ?]ίτας Πολίτα Ὑπαταῖο[ς] | |
[ποιητὴς ἐ]πῶμ παραγενόμενο[ς] | |
[ἐν τὰμ] πόλιν δείξεις ἐποιήσατ[ο] | |
5 | [ἐν αἷς] τᾶς πόλιος ἀξίως ἐπεμνάσ[θη], |
[εἶν]αι αὐτὸν πρόξενον τᾶς πόλιος καὶ | |
[ε]ὐεργέταν, δεδόσθαι δὲ αὐτῶι καὶ πό- | |
λιτείαν τὸμ πάντα χρόνον καὶ γᾶ[ς] | |
καὶ οἰκίας ἔγκτησιν καὶ ἐπινομίαν | |
10 | καὶ ἀσφάλειαν καὶ κατὰ γᾶν καὶ κατὰ |
θάλασσαν καὶ πολέμου καὶ εἰράνας κα[ὶ] | |
αὐτῶι καὶ ἐκγόνοις καὶ χρήμασιν τὸν | |
ἅπαντα χρόνον καὶ ὅσα τοῖς ἄλλοις | |
προξένοις καὶ εὐεργέταις δίδοται πά[ν]- | |
15 | τα. ἀρχόντων Θεομνάστου, Ζεύξιος, Δε[ξι]- |
[κ]ράτεος, στραταγέοντος Φιλίππου τοῦ Δε[ξι]- | |
[κρ]άτεος, ἱππαρχέοντος Μενεφύλου, ἔγγ[υος] | |
τᾶς προξενίας Φίλιππος Δεξικράτεο[ς]. |