[ ]
Malis — Lamia — 3rd/2nd c. BC — cf. Corrigenda p. IX — SGDI II 1441
| 1 | [ἀγαθᾶι τύχα]ι· ἔδοξε τᾶι πόλει· |
| [ἐπειδὴ Πολ?]ίτας Πολίτα Ὑπαταῖο[ς] | |
| [ποιητὴς ἐ]πῶμ παραγενόμενο[ς] | |
| [ἐν τὰμ] πόλιν δείξεις ἐποιήσατ[ο] | |
| 5 | [ἐν αἷς] τᾶς πόλιος ἀξίως ἐπεμνάσ[θη], |
| [εἶν]αι αὐτὸν πρόξενον τᾶς πόλιος καὶ | |
| [ε]ὐεργέταν, δεδόσθαι δὲ αὐτῶι καὶ πό- | |
| λιτείαν τὸμ πάντα χρόνον καὶ γᾶ[ς] | |
| καὶ οἰκίας ἔγκτησιν καὶ ἐπινομίαν | |
| 10 | καὶ ἀσφάλειαν καὶ κατὰ γᾶν καὶ κατὰ |
| θάλασσαν καὶ πολέμου καὶ εἰράνας κα[ὶ] | |
| αὐτῶι καὶ ἐκγόνοις καὶ χρήμασιν τὸν | |
| ἅπαντα χρόνον καὶ ὅσα τοῖς ἄλλοις | |
| προξένοις καὶ εὐεργέταις δίδοται πά[ν]- | |
| 15 | τα. ἀρχόντων Θεομνάστου, Ζεύξιος, Δε[ξι]- |
| [κ]ράτεος, στραταγέοντος Φιλίππου τοῦ Δε[ξι]- | |
| [κρ]άτεος, ἱππαρχέοντος Μενεφύλου, ἔγγ[υος] | |
| τᾶς προξενίας Φίλιππος Δεξικράτεο[ς]. |