[ ] Malis — Lamia — 3rd/2nd c. BC — cf. Corrigenda p. IX — SGDI II 1441
1 [ἀγαθᾶι τύχα]ι· ἔδοξε τᾶι πόλει·
[ἐπειδὴ Πολ?]ίτας Πολίτα Ὑπαταῖο[ς]
[ποιητὴς ἐ]πῶμ παραγενόμενο[ς]
[ἐν τὰμ] πόλιν δείξεις ἐποιήσατ[ο]
5 [ἐν αἷς] τᾶς πόλιος ἀξίως ἐπεμνάσ[θη],
[εἶν]αι αὐτὸν πρόξενον τᾶς πόλιος καὶ
[ε]ὐεργέταν, δεδόσθαι δὲ αὐτῶι καὶ πό-
λιτείαν τὸμ πάντα χρόνον καὶ γᾶ[ς]
καὶ οἰκίας ἔγκτησιν καὶ ἐπινομίαν
10 καὶ ἀσφάλειαν καὶ κατὰ γᾶν καὶ κατὰ
θάλασσαν καὶ πολέμου καὶ εἰράνας κα[ὶ]
αὐτῶι καὶ ἐκγόνοις καὶ χρήμασιν τὸν
ἅπαντα χρόνον καὶ ὅσα τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις δίδοται πά[ν]-
15 τα. ἀρχόντων Θεομνάστου, Ζεύξιος, Δε[ξι]-
[κ]ράτεος, στραταγέοντος Φιλίππου τοῦ Δε[ξι]-
[κρ]άτεος, ἱππαρχέοντος Μενεφύλου, ἔγγ[υος]
 τᾶς προξενίας Φίλιππος Δεξικράτεο[ς].
Search Help
Contact Us