[ ]
Ainis — Latyia — undated — cf. Corrigenda p. IX — SGDI II 1438
1 | Λατυέων ἁ πόλις |
Σώσανδρον Τολμαίου | |
εὐεργέταν τοῖς θεοῖς. | |
τὸν μέγαν ἐμ βουλαῖς τε καὶ ἤθεσι καὶ φρενὸς ἀλκῇ | |
5 | Σώσανδρον, κλεινῶν ἔκγονον Αἰνιέων, |
Τολμαίου κλυτὸν υἷα πόλις Λάτυια φιλόπλου | |
χάλκεον ἀντ’ ἀρετᾶς εἵσατο τᾷδε θεοῖς· | |
τόνδε γὰρ ἁγητῆρα δι’ εὐξυνέτοιο μερίμνας, | |
σωτῆρα, κτίστην, ἄλλον ἔδεκτο Δία. | |
10 | ἡρώων θρέπτειρ’, ἐναρήφορε, πότνι’ ἀγώνων, |
σὸν κλέος, εἰ τοιούσδ’ ἄνδρας ἔχεις, Ὑπάτα. |