[ ]
Ainis — Latyia — undated — cf. Corrigenda p. IX — SGDI II 1438
| 1 | Λατυέων ἁ πόλις |
| Σώσανδρον Τολμαίου | |
| εὐεργέταν τοῖς θεοῖς. | |
| τὸν μέγαν ἐμ βουλαῖς τε καὶ ἤθεσι καὶ φρενὸς ἀλκῇ | |
| 5 | Σώσανδρον, κλεινῶν ἔκγονον Αἰνιέων, |
| Τολμαίου κλυτὸν υἷα πόλις Λάτυια φιλόπλου | |
| χάλκεον ἀντ’ ἀρετᾶς εἵσατο τᾷδε θεοῖς· | |
| τόνδε γὰρ ἁγητῆρα δι’ εὐξυνέτοιο μερίμνας, | |
| σωτῆρα, κτίστην, ἄλλον ἔδεκτο Δία. | |
| 10 | ἡρώων θρέπτειρ’, ἐναρήφορε, πότνι’ ἀγώνων, |
| σὸν κλέος, εἰ τοιούσδ’ ἄνδρας ἔχεις, Ὑπάτα. |