[ ]
Ainis — Hypata — Decree of Aenianes — ca. 130 BC — cf. Corrigenda p. VIII — SGDI II 1431
| 1 | [θεὸς τύ]χαν ἀγαθάν. |
| [αἰνιαρχεόντω]ν Ἄγιος τοῦ Τολμαίου τὸ τρίτον, Ἱππά[ρ]- | |
| [χου τοῦ Βουθ]ήρα, Μοσχίωνος τοῦ Σιττύρα τὸ δεύ[τε]- | |
| [ρον, Σπερχίδ]α τοῦ Κυδολάου, Νικολάου τοῦ Μενε[δάμου]· | |
| 5 | [ἐπειδὴ Στρ]άτιος Γναθίου Κορκυραῖος εὔνους καὶ εὔχρη- |
| [στος γενόμ]ενος τοῖς Αἰνιάνοις διατελεῖ ἐμ πᾶν τὸ παρακα- | |
| [λεόμεν]ον ἐπιδι<δ>οὺς αὐτοσαυτὸν προθύμως σπουδᾶς καὶ φ[ι]- | |
| [λοτιμί]ας οὐθὲν ἐνλείπων, ἔδοξε τοῖς Αἰνιάνοις, δεδόσ[θαι] | |
| [α]ὐτῶι προξενίαν τε καὶ πολιτείαν ἀπὸ τοῦ κοινοῦ τῶν Αἰ[νι]- | |
| 10 | [ά]νων καὶ γᾶς ἔνκτησιν καὶ οἰκίας ἐν τᾶι Αἰνίδι, καὶ ὑπάρχε[ιν] |
| αὐτῶι τε καὶ τοῖς τούτου ἀσφάλειαν καὶ πολέμου καὶ εἰ[ρά]- | |
| [να]ς τὰ ἀπ’ Αἰνιάνων διὰ παντὸς καὶ τὰ λοιπὰ τίμια ὅσα καὶ | |
| [το]ῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τοῦ κοινοῦ τῶν̣ | |
| [Αἰ]νιάνων δίδοται. ἔγγυοι τᾶς προξενίας κατὰ τὸν νό- | |
| 15 | [μ]ον οἵ τε αἰνιάρχαι Ἆγις Τολμαίου, Ἵππαρχος Βουθή- |
| [ρ]α, Μοσχίων Σιττύρα, Σπερχίδας Κυδολάου, Νικό- | |
| λαος Μενε[δάμ]ου καὶ Χαριγένης, Κλεόστρατος ο[ἱ] | |
| Μνάσωνο[ς]. vacat |