1 | [— — — — — — — —]ς πορευομε[ν— — — — — — — —] |
[— — — — — —]․ας καὶ ὡς ἂν ἡ πανήγυ[ρις — — — —] | |
[— — — — — —] ἀκολούθοις καὶ ἃ ἂν ἔχωσι [— — — —] | |
[— — —] ἐὰν δέ τις [παρὰ] ταῦτα ἄγηι τινὰ ἢ ῥυ[σιάζῃ], | |
5 | [ὑπ]όδικος ἔστω ἐν Ἀμφικτύοσιν. εἶναι δὲ καὶ ἄσυ- |
λον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου τὸ ἐν Ἀκραιφίοις, ὡς ἂν | |
αἱ στῆλαι ὀρίζωσι, καθάπερ τὸ ἐν Δελφοῖς· τὴν δὲ λοιπὴν χώ- | |
ραν τὴν ἱερὰν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου μὴ ἀδικεῖν μηδένα· | |
ἐὰν δέ τις ἀδικῆι, ὑπόδικος ἔστω ἐν Ἀμφικτύοσιν. τῆς δὲ | |
10 | ἐκεχειρίας καὶ τῆς ἀσφαλείας ἄρχειν τὴν πεντεκαιδεκά- |
την τοῦ Ἱπποδρομίου μηνὸς κατὰ θεόν, ὡς Βοιωτοὶ ἄγουσιν, | |
ὡς δὲ [Δ]ελφοί, Ἀπελλαίου. κυρίους δ’ εἶναι οἰκονομοῦντας | |
τὰ κατὰ τὸ ἱερὸν τόν τε προφήτην καὶ τὸν ἱερέα τοῦ Ἀπόλλω- | |
νος τοῦ Πτωΐου καὶ τὴν πόλιν τῶν Ἀκραιφιέων καὶ τὸ κοινὸν | |
15 | τῶν Βοιωτῶν, καθὼς καὶ ἔνπροσθεν, καὶ τὸν ἀγωνοθέτην |
τὸν εἱρημένον ἐπὶ τὸν ἀγῶνα τῶν Πτωΐων. ἀναγράψαι δὲ τὸ ψή- | |
φισμα ἐν στήλαις Πτωϊοκλῆν Ποταμοδώρου, καὶ ἀναθεῖναι | |
τὴμ μὲν ἐν Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν δ’ ἐν Ἀ- | |
κραιφίοις ἐν τῶι ἱερῶι τοῦ Πτωΐου, τὴν δὲ ἐμ Πυλαίαι· ἀναθεῖ- | |
20 | ναι δὲ καὶ τῶν ἄλλων ἱερῶν ὅπου ἂν δοκῆι ἐν καλλίστωι εἶν- |
αι. ἐὰν δέ τι γίνηται ἀδίκημα παρὰ τὸ δόγμα τῶν Ἀμφικτυ- | |
όνων, ἀποτεισάτω ὁ ἀδικῶν δισχιλίους στατῆρας καὶ ὃ | |
ἂν καταβλάψηι, τὰ δὲ καταδικασθέντα χρήματα ἱερὰ ἔσ- | |
τω τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου. ἀνενενκεῖν δὲ τὸ δόγμα τοὺς | |
25 | ἱερομνήμονας ἐπὶ τὰς πόλεις καὶ τὰ ἔθνη τὰ ἴδια, ὅπως εἰδῶ- |
σιν πάντες τὰ δεδογμένα τοῖς Ἀμφικτίοσιν. |
IG VII
4135