| 1 | [— — — — — — — —]ς πορευομε[ν— — — — — — — —] |
| [— — — — — —]․ας καὶ ὡς ἂν ἡ πανήγυ[ρις — — — —] | |
| [— — — — — —] ἀκολούθοις καὶ ἃ ἂν ἔχωσι [— — — —] | |
| [— — —] ἐὰν δέ τις [παρὰ] ταῦτα ἄγηι τινὰ ἢ ῥυ[σιάζῃ], | |
| 5 | [ὑπ]όδικος ἔστω ἐν Ἀμφικτύοσιν. εἶναι δὲ καὶ ἄσυ- |
| λον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου τὸ ἐν Ἀκραιφίοις, ὡς ἂν | |
| αἱ στῆλαι ὀρίζωσι, καθάπερ τὸ ἐν Δελφοῖς· τὴν δὲ λοιπὴν χώ- | |
| ραν τὴν ἱερὰν τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου μὴ ἀδικεῖν μηδένα· | |
| ἐὰν δέ τις ἀδικῆι, ὑπόδικος ἔστω ἐν Ἀμφικτύοσιν. τῆς δὲ | |
| 10 | ἐκεχειρίας καὶ τῆς ἀσφαλείας ἄρχειν τὴν πεντεκαιδεκά- |
| την τοῦ Ἱπποδρομίου μηνὸς κατὰ θεόν, ὡς Βοιωτοὶ ἄγουσιν, | |
| ὡς δὲ [Δ]ελφοί, Ἀπελλαίου. κυρίους δ’ εἶναι οἰκονομοῦντας | |
| τὰ κατὰ τὸ ἱερὸν τόν τε προφήτην καὶ τὸν ἱερέα τοῦ Ἀπόλλω- | |
| νος τοῦ Πτωΐου καὶ τὴν πόλιν τῶν Ἀκραιφιέων καὶ τὸ κοινὸν | |
| 15 | τῶν Βοιωτῶν, καθὼς καὶ ἔνπροσθεν, καὶ τὸν ἀγωνοθέτην |
| τὸν εἱρημένον ἐπὶ τὸν ἀγῶνα τῶν Πτωΐων. ἀναγράψαι δὲ τὸ ψή- | |
| φισμα ἐν στήλαις Πτωϊοκλῆν Ποταμοδώρου, καὶ ἀναθεῖναι | |
| τὴμ μὲν ἐν Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν δ’ ἐν Ἀ- | |
| κραιφίοις ἐν τῶι ἱερῶι τοῦ Πτωΐου, τὴν δὲ ἐμ Πυλαίαι· ἀναθεῖ- | |
| 20 | ναι δὲ καὶ τῶν ἄλλων ἱερῶν ὅπου ἂν δοκῆι ἐν καλλίστωι εἶν- |
| αι. ἐὰν δέ τι γίνηται ἀδίκημα παρὰ τὸ δόγμα τῶν Ἀμφικτυ- | |
| όνων, ἀποτεισάτω ὁ ἀδικῶν δισχιλίους στατῆρας καὶ ὃ | |
| ἂν καταβλάψηι, τὰ δὲ καταδικασθέντα χρήματα ἱερὰ ἔσ- | |
| τω τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου. ἀνενενκεῖν δὲ τὸ δόγμα τοὺς | |
| 25 | ἱερομνήμονας ἐπὶ τὰς πόλεις καὶ τὰ ἔθνη τὰ ἴδια, ὅπως εἰδῶ- |
| σιν πάντες τὰ δεδογμένα τοῖς Ἀμφικτίοσιν. |
IG VII
4135