1 | ἄρχοντος ἐ<γ> Χαιρωνείαι Ἀρίστωνος, |
μηνὸς Ἀγριωνίου πεντεκαιδεκάτῃ, | |
Θέων Θεομνήστου Φανατεὺς ἀνέθη- | |
κεν ἐγ Χαιρωνείαι ἱερὸν τῶι Σαράπι τ- | |
5 | ὸν ἴδιον θρεπτὸν ὃν εἶχε οἰκογενῆ, ὧι ὄνο- |
μα Σώσων, τὴν ἀνάθεσιν ποιούμενος | |
διὰ τοῦ συνεδρίου κατὰ τὸν νόμον Χαι- | |
ρωνέων. ἐξενεγκάτω δὲ Σώσων τὸν | |
ἔρανον, ὃν συνάγαγε Θέων ἐμ Φανατεῖ, | |
10 | τὸ ὑπὲρ Θέωνος ὄνομα, ἕως ἂν τέλος λά- |
βῃ ὁ ἔρανος. τὴν δὲ οἰκίαν, ἧς ἔχει τὴν κτ- | |
ῆσιν Ἁρμέας Ἀρίστωνος Φανατεὺς πε- | |
πιστευμένος παρὰ Σώσωνος, κομι<ζ>έ- | |
σθω Σώσων τὸ ἐπ’ αὐτῇ δάνειον, καὶ κελευ- | |
15 | σάτω ἀποδοῦναι {Τ} τὴν ὠνὴν τῆς οἰκίας |
Ἁρμέαν Θέωνι. μάρτυρες Ἀρίστων Ἁρμέου, | |
Εὔδαμος Ἐχεκράτης οἱ Εὐφάνεος Φανατεῖς, | |
Ἐράτων Ἀμινίου, Ἀντί<γ>ων Ἀριστογείτονος, | |
Πυρρίνας Ὁμολωΐχω Χαιρωνεῖς. |
IG VII
3376