| 1 | ἄρχοντος ἐ<γ> Χαιρωνείαι Ἀρίστωνος, |
| μηνὸς Ἀγριωνίου πεντεκαιδεκάτῃ, | |
| Θέων Θεομνήστου Φανατεὺς ἀνέθη- | |
| κεν ἐγ Χαιρωνείαι ἱερὸν τῶι Σαράπι τ- | |
| 5 | ὸν ἴδιον θρεπτὸν ὃν εἶχε οἰκογενῆ, ὧι ὄνο- |
| μα Σώσων, τὴν ἀνάθεσιν ποιούμενος | |
| διὰ τοῦ συνεδρίου κατὰ τὸν νόμον Χαι- | |
| ρωνέων. ἐξενεγκάτω δὲ Σώσων τὸν | |
| ἔρανον, ὃν συνάγαγε Θέων ἐμ Φανατεῖ, | |
| 10 | τὸ ὑπὲρ Θέωνος ὄνομα, ἕως ἂν τέλος λά- |
| βῃ ὁ ἔρανος. τὴν δὲ οἰκίαν, ἧς ἔχει τὴν κτ- | |
| ῆσιν Ἁρμέας Ἀρίστωνος Φανατεὺς πε- | |
| πιστευμένος παρὰ Σώσωνος, κομι<ζ>έ- | |
| σθω Σώσων τὸ ἐπ’ αὐτῇ δάνειον, καὶ κελευ- | |
| 15 | σάτω ἀποδοῦναι {Τ} τὴν ὠνὴν τῆς οἰκίας |
| Ἁρμέαν Θέωνι. μάρτυρες Ἀρίστων Ἁρμέου, | |
| Εὔδαμος Ἐχεκράτης οἱ Εὐφάνεος Φανατεῖς, | |
| Ἐράτων Ἀμινίου, Ἀντί<γ>ων Ἀριστογείτονος, | |
| Πυρρίνας Ὁμολωΐχω Χαιρωνεῖς. |
IG VII
3376