[ ] Boiotia — Chaironeia — 2nd c. BC
1 ἄρχοντος Δεξίππου, μηνὸς Θυΐου πεν-
τεκαιδεκάτῃ, Σάμιχος Ἱππομένους ἀνατίθη-
σι τὸν ἴδιον δοῦλον Σωσίβιον ἱερὸν τῷ Σερά[πι],
μὴ προσήκοντα μηθενὶ μηθὲν ἀπὸ τῆσ-
5 δε τῆς ἡμέρας, τὴν ἀνάθεσιν ποιούμενος
διὰ τοῦ συνεδρίου κατὰ τὸν νόμον.
Search Help
Contact Us