[ ] Boiotia — Chaironeia — 2nd c. BC
1 ἄρχοντος Μνασέου, μηνὸς Ἱπποδρομίου πεντεκαιδεκά-
τηι, Τελλέας Εὐνόμου καὶ Παραμόνα Κηφισοδώρου καὶ
Κηφεισόδωρος Τελλέου ἀνατιθέασι τὴν ἰδίαν δούλην
Ζωΐλαν ἱερὰν τῷ Σεράπει, τὴν ἀνάθεσιν ποιούμενοι
5 διὰ τοῦ συνεδρίου κατὰ τὸν νόμον· παρῆν Παραμόνᾳ
ὁ ἀνὴρ καὶ Κηφισοδώρωι ὁ πατὴρ Τελλέας Εὐνόμου.
Search Help
Contact Us