1 | ἄρχοντος Μνασέου, μηνὸς Ἱπποδρομίου πεντεκαιδεκά- |
τηι, Τελλέας Εὐνόμου καὶ Παραμόνα Κηφισοδώρου καὶ | |
Κηφεισόδωρος Τελλέου ἀνατιθέασι τὴν ἰδίαν δούλην | |
Ζωΐλαν ἱερὰν τῷ Σεράπει, τὴν ἀνάθεσιν ποιούμενοι | |
5 | διὰ τοῦ συνεδρίου κατὰ τὸν νόμον· παρῆν Παραμόνᾳ |
ὁ ἀνὴρ καὶ Κηφισοδώρωι ὁ πατὴρ Τελλέας Εὐνόμου. |
IG VII
3330