| 1 | ἄρχοντος Μνασέου, μηνὸς Ἱπποδρομίου πεντεκαιδεκά- |
| τηι, Τελλέας Εὐνόμου καὶ Παραμόνα Κηφισοδώρου καὶ | |
| Κηφεισόδωρος Τελλέου ἀνατιθέασι τὴν ἰδίαν δούλην | |
| Ζωΐλαν ἱερὰν τῷ Σεράπει, τὴν ἀνάθεσιν ποιούμενοι | |
| 5 | διὰ τοῦ συνεδρίου κατὰ τὸν νόμον· παρῆν Παραμόνᾳ |
| ὁ ἀνὴρ καὶ Κηφισοδώρωι ὁ πατὴρ Τελλέας Εὐνόμου. |
IG VII
3330