[ ]
Boiotia — Orchomenos — ca. 250-200 BC
A.1 | Θυνάρχω ἄρχοντος, μεινὸς Θ[ει]- |
λουθίω, Ἀγχίαρος Εὐμείλω ταμί- | |
ας Εὐβώλυ Ἀρχεδάμω Φωκεῖι χρέ- | |
ος ἀπέδωκα ἀπὸ τᾶς σουγγράφω | |
5 | πεδὰ τῶν πολεμάρχων κὴ τῶν |
κατοπτάων, ἀνελόμενος τὰς | |
σουγγράφως τὰς κιμένας πὰρ Εὔ- | |
φρονα κὴ Φιδίαν κὴ Πασικλεῖν | |
κὴ Τιμόμειλον Φωκεῖας κὴ Δαμο- | |
10 | τέλειν Λυσιδάμω κὴ Διωνύσιον |
Καφισοδώρω Χηρωνεῖα κὰτ τὸ ψά- | |
φισμα τῶ δάμω {⁸16093 dr.}⁸. | |
B.13 | Θυνάρχω ἄρχοντος, μεινὸς Ἀλα[λ]- |
κομενίω, Ϝάρνων Πολυκλεῖος | |
15 | ταμίας ἀπέδωκε Εὐβώλυ Ἀρχε- |
δάμω Φωκεῖι ἀπὸ τᾶς σουγγρά- | |
φω τὸ κατάλυπον κὰτ τὸ ψάφισμα | |
τῶ δάμω ἀνελόμενος τὰς σουγ- | |
γράφως τὰς κιμένας πὰρ Σώφι- | |
20 | λον κὴ Εὔφρονα Φωκεῖας κὴ πὰρ |
Διωνύσιον Καφισοδώρω Χηρωνεῖ- | |
α κὴ Λυσίδαμον Δαμοτέλιος πε- | |
δὰ τῶν πολεμάρχων κὴ τῶν κατο- | |
πτάων {⁸5773 dr., 1 1/2 ob.}⁸. | |
C.25 | ἄρχοντος ἐν Ἐρχομενῦ Θυνάρχω, μει- |
νὸς Ἀλαλκομενίω, ἐν δὲ Ϝελατίη Με- | |
νοίταο Ἀρχελάω, μεινὸς Πράτω, ὁμο- | |
λογὰ Εὐβώλυ Ϝελατιήυ κὴ τῆ πόλι Ἐρ- | |
χομενίων· ἐπιδεὶ κεκόμιστη Εὔβω- | |
30 | λος πὰρ τᾶς πόλιος τὸ δάνειον ἅπαν |
κὰτ τὰς ὁμολογίας τὰς τεθείσας Θυ- | |
νάρχω ἄρχοντος μεινὸς Θειλουθίω, | |
κὴ οὔτ’ ὀφείλετη αὐτῦ ἔτι οὐθὲν πὰρ τὰν | |
πόλιν, ἀλλ’ ἀπέχι πάντα περὶ παντὸς | |
35 | κὴ ἀποδεδόανθι τῆ πόλι τὺ ἔχοντες |
τὰς ὁμολογίας, εἶμεν ποτιδεδομέ- | |
νον χρόνον Εὐβώλυ ἐπινομίας ϝέτια | |
πέτταρα βούεσσι σοὺν ἵππυς διακα- | |
τίης ϝίκατι, προβάτυς σοὺν ἤγυς χει- | |
40 | λίης. ἄρχι τῶ χρόνω ὁ ἐνιαυτὸς ὁ μετὰ |
Θύναρχον ἄρχοντα Ἐρχομενίυς· ἀπ[ο]- | |
γράφεσθη δὲ Εὔβωλον κατ’ ἐνιαυτὸν | |
ἕκαστον πὰρ τὸν ταμίαν κὴ τὸν νομώ- | |
ναν τά τε καύματα τῶν προβάτων κὴ | |
45 | τᾶν ἠγῶν κὴ τᾶν βουῶν κὴ τᾶν ἵππων κ[ἤ]- |
κα τινὰ ἄσαμα ἴωνθι, κὴ τὸ πλεῖθος. με[ὶ] | |
ἀπογραφέσθω δὲ πλίονα τῶν γεγραμ- | |
μ̣έ̣νων ἐν τῆ σουγχωρείσι. ἠ δέ κά τις | |
[πράττει]τ̣η τὸ ἐννόμιον Εὔβωλον, ὀφειλέ- | |
50 | [τω ἁ πό]λις τῶν Ἐρχομενίων ἀργουρίω |
[μνᾶς] πετταράκοντα Εὐβώλυ καθ’ ἕκα- | |
[στον ἐ]νιαυτόν, κ[ὴ] τόκον φερέτω δρα(χμὰς) {⁸3}⁸ | |
[ἀπὸ] τᾶς μνᾶς ἑκάστας κατὰ μεῖνα | |
[ἕκασ]τον κὴ ἔμπρακτος ἔστω Εὐβ[ώλυ] | |
55 | [ἁ πόλις] τῶν Ἐρχ[ο]μεν[ίων] #⁷[— —] |