| face a.102 | (I) τοὶ πολέμαρχοι τοὶ ἐπὶ Πολυκράτιος |
| ἄρχοντος, Φιλόμειλος Φίλωνος, | |
| Καφισόδωρος Διωνυσίω, Ἀθανόδω- | |
| 105 | ρος Ἵππωνος, ἀνέγραψαν καθὼς |
| ἐποείσανθο τὰν ἀπόδοσιν τῶν δα- | |
| νείων τῶν Νικαρέτας κὰτ τὸ ψά- | |
| φισμα τῶ δάμω. (II) <μει>ν<ὸ>ς Ἀλαλκομενίω | |
| ϝικάστη κὴ ἕκτη, ἐπεψάφιδδε | |
| 110 | Φιλόμειλος Φίλωνος, Καφισόδωρος |
| Διωνουσίω ἔλεξε· προβεβωλευμένον | |
| εἶμεν αὑτῦ ποτὶ δᾶμον, ἐπιδεὶ ἐπεψα- | |
| φίττατο ὁ δᾶμος ἀποδόμεν Νικαρέτη {ι} | |
| Θίωνος τὸν ταμίαν τὸν προάρχοντα | |
| 115 | τὰν τρίταν πετράμεινον ἀπὸ [τ]ᾶν ὑπερ- |
| αμεριάων τᾶν ἰωσάων κὰτ τᾶς πόλιος ὃ ἐ- | |
| πίθωσε αὐτὰν ἁ πόλις, ἀργουρίω δραχμὰς | |
| μουρίας ὀκτακισχιλίας ὀκτακατίας τριά- | |
| κοντα τρῖς, κὴ τὼς πολεμάρχως ἀνελέσ- | |
| 120 | θη τάν τε σύνγραφον, ἃν ἔδωκαν οὑπὲρ |
| [ο]ὕτων τῶν χρειμάτων κατ’ α[ὐ]τὺ αὐτῶ[ν] | |
| κὴ ὁ ταμίας κὴ ὧν ποθείλετο Νικαρέτα δέκ[α], | |
| κὴ τὰς ὑπεραμερίας διαγράψασθη τὰ<ς> κ[ὰτ] | |
| τᾶς πόλιος τὰς ἐπὶ Ξενοκρίτω ἄρχοντος | |
| 125 | ἐν Θεισπιῆς, κὴ οὗτα ϝεϝυκονομειόντων |
| τῶν πολεμάρχων, κὴ τῶ ταμίαο ἀποδόν- | |
| τος τὰ χρείματα κὰτ τὸ ὁμόλογον τὸ πὰρ | |
| Θιόφεστον Θιοδώρω Θεισπιεῖα τεθέν, | |
| δεδόχθη τῦ δάμυ, τὼς πολεμάρχως, | |
| 130 | ἐπί κα τὸ ψάφισμα κούριον γένειτη, ἀγγρά- |
| ψη ἐν στάλαν λιθίναν τό τε ψάφισμα οὗτο | |
| κὴ τὸ οὑπὲρ τᾶς ἀποδόσιος, κὰτ <τ>αυτὰ δὲ κὴ | |
| τὰς ὑπεραμερίας τὰ<ς> κὰτ τᾶς πόλιος τὰς Νι- | |
| καρέτας, κὴ τὸ ὄν̣ιουμα τῶ γραμματεῖος τῶ δ[ι]- | |
| 135 | αγράψαντος αὐτὰς κὴ τὰν σύγγραφον τὰν |
| τεθεῖσαν πὰρ Ϝιφιάδαν κὴ τὸ ἀντίγραφον {κὴ} | |
| {τὸ ἀντίγραφον} τῶ ὁμολόγω τῶ τεθέντος πὰρ Θιό- | |
| φεστον κὴ τὰν διαγραφὰν τῶν χρειμάτων ὧν | |
| ἔγραψαν αὐτῆ διὰ τρεπέδδας, κὴ τὸ ἄλωμα | |
| 140 | ἀπολογίτταστη ποτὶ κατόπτ̣α<ς>· [π]όρον δ’ εἶμεν |
| ἀπὸ τῶν πολιτικῶν #⁵⁶ (III) Δαματρίω νιουμεινίη̣ | |
| πετράτη, ἐπεψάφιδδε Κ[α]φισόδωρος Διω- | |
| νουσίω, Ἀθανόδωρος Ἵππωνος ἔλεξε· προβε- | |
| [β]ωλευμένον εἶμεν αὑτῦ ποτὶ δᾶμον, ἐπιδεὶ | |
| 145 | παργενομένας Νικαρέτας Θίωνος Θεισπικᾶς |
| [κ]ὴ πραττώσας τὸ δάνειον τὰν πόλιν κὰτ τὰς οὑπε[ρ]- | |
| αμερία[ς] τὰς ἰώσας αὐτῆ, [ἀνα]γκάσ<θεισ>αν τὺ πολέμ[αρ]- | |
| χυ κὴ ὁ ταμίας σουγχωρείσαντος τῶ δάμω δόμεν | |
| [κ]ατ’ αὐ[τὺ] αὐ[τ]ῶ̣ν σούνγραφον πὸτ τῆ οὑπαρχώση οὑπε[ρ]- | |
| 150 | α̣μερίη, ἐ[ν τ]άν κα ἐνενιχθεῖ ἁ ἀνφορὰ ἐν οὗτο, κ<ὴ> |
| κομίττ[η] τὰ συνχωρειθέντα χρείματα, | |
| δεδόχθη τῦ δάμυ, τὸν ταμίαν τὸν [π]ροάρχοντα | |
| [τὰν] τρίτ<α>[ν] πετράμεινον ἀποδόμεν πεδὰ τῶν | |
| πολεμάρχων Νικαρέτη ἀργ[υ]ρίω δραχμὰς μυρίας | |
| 155 | [ὀκ]τακισχειλίας ὀκτακατία[ς] τριάκ[ο]ντα τρῖς Πολυ- |
| κράτιος ἄρχοντος ἐν τῦ Δαματρίυ μεινί, κὴ τὰς ἐ[μ]- | |
| πράξις τὰς ἰώσας Νικα[ρέτη κὰτ] τᾶς πόλιος Ξεν[ο]- | |
| κρίτω ἄρχοντος ἐν Θεισπιῆς πάσας διαλιάνασ[θη] | |
| τὼς πολεμάρχως, κὴ τὰν σουνγραφὰν ἃν ἔχι κὰτ τ[ῶν] | |
| 160 | πολεμάρχων κὴ τῶ ταμίαο ἀνελέσθη· πόρον [δ’ εἶ]- |
| μεν ἐν οὗτο ἀπὸ τῶν τᾶς πόλιος ποθοδωμάτων πάντ[ων]. | |
| (IV) Ξενοκρίτω, Ἀλαλκομενίω #⁵⁶ Νικαρέτα Θέωνος τᾶς π[ό]- | |
| λιος Ἐρχομενίων κὴ τῶ ἐγγύω Θίωνος Συννόμω· τἀπ- | |
| πάματα μούριη ὀγδοείκοντα πέντε δίου<ο> ὀβολίω | |
| 165 | κὴ τῶ τεθμίω ϝίστωρ Ἀριστόνικος Πραξιτέλιος. |
| Λιουκίσκω, Θιουίω· τὸ σουνάλλαγμα· Νικαρέτα Θίω- | |
| νος τᾶς πόλιος Ἐρχομενίων κὴ τῶ ἐγγούω Θίωνος | |
| Σουννόμω τἀππάματα δισχείλιη πεντακάτιη̣ | |
| κὴ τῶ τεθμίω ϝίστωρ ὁ αὐτός. Λιουκίσκω, Ὁμολωΐω· | |
| 170 | [τ]ὸ σουνάλλαγμα· Νικαρέτα Θίωνος τᾶς πόλι[ος] |
| Ἐρχομενίων κὴ τῶ ἐγγούω Θίωνος Σουννόμω τἀπ- | |
| πάματα πετρακισχείλιη κὴ τῶ τεθμίω ϝίστωρ | |
| ὁ αὐτός. χρόνος ὁ αὐτός· Νικαρέτα Θίωνος τᾶς πόλιος | |
| [Ἐ]ρχομενίων κὴ τῶ ἐγγούω Θίωνος Σουννόμω τἀππά- | |
| 175 | ματα χείλιη κὴ τῶ τεθμίω ϝίστωρ ὁ αὐτός. Λιουκίσκ[ω], |
| [Θε]ιλουθίω· τὸ σουνάλλαγμα· (V) διαγράψη τὰς οὑπερ[α]- | |
| [μ]ερίας τὰς Νικαρέτας ἐν Θεισπιῆς τὰς κὰτ τᾶς | |
| [π]όλιος· τῶν τεθμοφουλάκων γραμματεὺς Σα[— —]. | |
| vacat | |
| face b.1 | (VI) ἐδάνεισεν Νικαρέτα Θέωνος |
| Θεσπική, παρόντος αὐτῆι κυ- | |
| ρίου τοῦ ἀνδρὸς Δεξίππου Ε[ὐ]- | |
| νομίδου, Καφισοδώρωι Δι[ο]- | |
| 5 | νυσίου, Φιλομήλωι Φίλωνος, |
| Ἀθανοδώρωι Ἵππωνος, Πο[λυ]- | |
| κρίτωι Θάροπος, καὶ ἐγγύοις | |
| εἰς ἔκτεισιν τοῦ δανείου, | |
| Μνάσων Μέκγαο, Τελεσίας | |
| 10 | Μέκγαο, <Ἐ>λασίππωι Ξενοτί- |
| μου, Εὐάρει Εὐχώρου, Περι- | |
| λάωι Ἀναξίωνος, Διονυσο- | |
| δώρωι Καφισοδώρου, Κωμί- | |
| ναι Τελεσίππου, Ὀνασίμωι | |
| 15 | Θεογείτονος, Καφισοδώρωι |
| Δαματρίχου, Νικοκλεῖ Ἀθα- | |
| νοδώρου Ὀρχομενίοις, ἀργυ- | |
| ρίου δραχμὰς μυρίας ὀκτα- | |
| κισχειλίας ὀκτακοσίας τρι- | |
| 20 | άκοντα τρεῖς ἄτοκον ἐχ Θεσ- |
| πιῶν εἰς τὰ Παμβοιώτια τὰ ἐ- | |
| π’ Ὀνασίμου ἄρχοντος Βοιωτοῖ[ς]. | |
| ἀποδότωσαν δὲ τὸ δάνειον | |
| οἱ δανεισάμενοι ἢ οἱ ἔγγυ- | |
| 25 | οι Νικαρέται ἐν τοῖς Πανβοι- |
| ωτίοις πρὸ τῆς θυσίας ἐν ἡμέ- | |
| ραις τρισίν. ἐὰν δὲ μὴ ἀποδῶσ[ι], | |
| πραχθήσονται κατὰ τὸν νό- | |
| μον· ἡ̣ δὲ πρᾶξις ἔστω ἔκ τε | |
| 30 | αὐτῶν τῶν δανεισαμένων |
| καὶ ἐκ τῶν ἐγγύων, καὶ ἐξ ἑνὸ[ς] | |
| καὶ ἐκ πλειόνων καὶ ἐκ πάν- | |
| των, καὶ ἐκ τῶν ὑπαρχόντων | |
| αὐτοῖς, πραττούσηι ὃν ἂν τρό- | |
| 35 | πον βούληται. ἡ δὲ συγγραφὴ |
| κυρία ἔστω κἂν ἄλλος ἐπι- | |
| φέρηι ὑπὲρ Νικαρέτας. μάρ- | |
| τυρες· Ἀριστογείτων Ἁρμο- | |
| ξένου, Ἰθιούδικος Ἀθανίαο, | |
| 40 | Ϝιφιάδας Τιμοκλεῖος, Φαρ- |
| σάλιος Εὐδίκου, Καλλέας Λυ- | |
| σιφάντου, Θεόφεστος Θεοδώ- | |
| ρου, Εὐξενίδας Φιλώνδου | |
| Θεσπιεῖς. ἁ σούγγραφος | |
| 45 | πὰρ Ϝιφιάδαν Τιμοκλεῖος. |
| (VII) Ὀνασίμω ἄρχοντος Βοιωτοῖ[ς], | |
| μεινὸς Πανάμω, ὁμολογὰ | |
| Νικαρέτη Θίωνος Θεισπικῆ, | |
| παριόντος Νικαρέτη Δεξίπ- | |
| 50 | πω Εὐνομίδαο τῶ ἀνδρὸς Θε[ι]- |
| σπιεῖος, κὴ τῆ πόλι Ἐρχομεν[ί]- | |
| ων· παρεῖαν οὑπὲρ τᾶς πόλ[ι]- | |
| ος πολέμαρχοι Καφισόδω- | |
| ρος Διωνουσίω, Φιλόμειλος | |
| 55 | Φίλωνος, Ἀθανόδωρος Ἵππω- |
| νος· ἀποδόμεν τὰν πόλιν Ἐρ- | |
| χομενίων Νικαρέτη Θίωνος, | |
| ὃ ἐπίθωσαν οὑπὲρ τᾶν οὑπε- | |
| ραμεριάων τᾶν ἐπὶ Ξενοκρί- | |
| 60 | τω ἄρχοντος ἐν Θεισπιῆς, ἀρ- |
| γουρίω δραχμὰς μουρίας ὀκτ[α]- | |
| κισχειλίας ὀκτακατίας τρ[ιά]- | |
| κοντα τρῖς, ἔσχατον Ὀνασ[ί]- | |
| μω ἄρχοντος ἐν τῦ Ἀλαλ[κο]- | |
| 65 | μενίοι μεινί· σούγγραφον δὲ |
| γράψασθη τῶ ἀργουρίω τὼς | |
| {τὼς} πολεμάρχως Ἐρχομενίων | |
| κὴ ἐγγούως, ὥς κα δοκιμάδδε̣[ι] | |
| Νικαρέτα, κὴ θέσθη μεσέγγ[υ]- | |
| 70 | ον πὰρ Ϝιφιάδαν Τιμοκλεῖος |
| Θεισπιεῖα. ἐπὶ δέ κα κομίττε[ι]- | |
| τη Νικαρέτα τὸ ἀργούριον | |
| face c.73 | πὰρ τᾶς πόλιος, ἐσλιανάτω Νικαρέτα τὰς οὑπερ- |
| αμερίας ἃς ἔχι κὰτ τᾶς πόλιος, τὰς ἐπὶ Ξενοκρίτω | |
| 75 | ἄρχοντος ἐν Θεισπιῆς πάσας, κὴ τὰν σούγγραφον ἀπο- |
| δότω Ϝιφιάδας τοῖς πολεμάρχυς κὴ τοῖ ταμίη κὴ το[ῖς] | |
| ἐγγούοις. ἠ δέ κα μεὶ ἀποδώει ἁ πόλις Νικαρέτη τὸ ἀρ- | |
| γούριον ἐν τῦ γεγραμμένυ χρόνυ, τὰς μουρίας κὴ ὀκτ[α]- | |
| κισχειλίας ὀκτακατίας τριάκοντα τρῖς, ἀποδότω | |
| 80 | τὰν σούγγραφον κὴ τὰς οὑπεραμερίας τὰς κὰτ τᾶς |
| πόλιος ἅπαν τὸ ἀργούριον τὸ ἐν τῦ ὁμολό[γ]υ γεγραμ- | |
| μένον· <ἠ δέ κα> ἐν τῦ χρόνυ τῦ γεγραμμένυ μεὶ ἐθέλει κ[ο]<μ>ίδδ̣[ε]- | |
| σθη Νικαρέ[τ]α τὸ ἀργούριον, ἀποδότω Ϝιφιάδας τὰν | |
| σούγγραφον τοῖς πολεμάρχοις κὴ τοῖ ταμίη κὴ τοῖς | |
| 85 | ἐγγούοις, κὴ ποταποπισάτω Νικαρέτα τῆ πόλι Ἐρχο- |
| μενίων κὴ τοῖς πολεμάρχοις κὴ τοῖ ταμίη κὴ τοῖς ἐγ- | |
| γούοις ἀργουρίω δραχμὰς πεντακισμουρίας, κὴ τὴ | |
| οὑπεραμερίη ἄκουρύ νυ ἔνθω. ϝίστορες Ἀριστογί- | |
| των Ἁρμοξένω, Ἰθούδικος Ἀθανίαο, Ϝιφιάδας Τιμο[κλεῖ]- | |
| 90 | [ο]ς, Φαρσάλιος Εὐδίκω, Καλλέας Λιουσιφάντω, Θιόφεισ- |
| τος Θιοδώρω, Εὐξενίδας Φιλώνδαο Θεισπιεῖε{ι}ς {²⁶Θεισπιεῖες}²⁶· τὸ ὁμό- | |
| λογον πὰρ Θιόφειστον Θιοδώρω Θεισπιεῖα. (VIII) διαγραφὰ | |
| Νικαρέτη διὰ τραπέδδας τᾶς Πιστοκλεῖος ἐν Θεισπι- | |
| ῆς· Ἐπιτέλιος ἄρχοντος ἐν Θεισπιῆς, μεινὸς Ἀλαλκομε- | |
| 95 | νίω δευτέρω ἁμέρη ἐνακηδεκάτη, ἐπὶ τᾶς Πιστοκλεῖος |
| τραπέδδας Νικαρέτη παρεγράφει πὰρ Πολιουκρίτω Θάρο- | |
| πος Ἐρχομενίω ταμίαο οὑπὲρ τᾶς πόλιος τὸ σουνχωρει- | |
| θὲν τᾶν οὑπεραμεριάων τᾶν ἐπὶ Ξενοκρίτω ἄρχοντος, | |
| παριόντος πολεμάρχω Ἀθανοδώρω Ἵππωνος Ἐρχομενί[ω], | |
| 100 | ἀργουρίω δραχμὴ μούριη ὀκτακισχείλιη ὀκτακάτιη τριά- |
| κοντα τρῖς. |
IG VII
3172