[ ]
Boiotia — Akraiphia — Roman period
1 | [—]․#⁷ης τὴν γ̣ν[ώμη]ν̣· κα[ὶ] |
εἴ τις παρὰ τὴν βούλησ- | |
ιν Πυθίδος βιασάμεν- | |
ος ἀνοίξῃ τὴν καμάρ- | |
5 | αν, δώσι τῇ συν<ό>δῳ |
τῶν ἡρωιαστῶν καὶ ἐ- | |
φήβων Ἐπαμινώνδο- | |
υ τοῦ υεἱοῦ ἡμῶν χωρὶς | |
κρίσεος δηνάρια δισχ- | |
10 | ίλια καὶ τῇ πόλι Ἀκρηφι- |
ῶν δηνάρια δισχίλια | |
πεντακόσια. εἰ δέ τις | |
τὴν ἐπιγραφὴν ἐκκόψ- | |
ῃ ἐκ τῆς παραστά[δο]- | |
15 | ς ἢ αὐτὴν ἄρῃ ἢ κακο[ποι]- |
ήσῃ, δ̣ώσι ὡς ὁμοίως | |
τῇ συνόδῳ τῶν ἡρω- | |
ιαστῶν τῶν τέκν<ων> μου | |
δηνάρια δισχίλια ὁμοίω- | |
20 | ς καὶ τῇ πόλι Ἀκρηφιῶν δ- |
ηνάρια δισχίλια πεντα- | |
κόσια. καὶ τοὺς | |
ὑβρίσαντας τοὺς ἥρω- | |
ας τῶν τέκνων ἡμῶν κα- | |
25 | ὶ ἐμὲ καὶ τὸν ἄνδρα μου Πυ- |
θίωνα καὶ ἐπιμένοντας | |
τῇ αὐθαδίᾳ οὐ βούλομαι μ- | |
ετέχιν τῆς συνόδου τῶ- | |
ν ἡρωιαστῶν τῶν τέκν- | |
30 | ων ἡμῶν Ἐπαμινώνδου |
καὶ Θεοκρίν<η>ς μήτε ζώντω- | |
ν ἡμῶν μήτε τελευτησ- | |
άντων· ἰσὶν δὲ οἱ ὑπογεγρ̣- | |
α<μ>μένοι· Ἐπαφρ[ᾶς] Σωτέο- | |
35 | υ, [— — — — — — — — —, — —] |
[— — — — — — —], Ἀρίσστ<ω>ν. | |
καὶ ε̣ἰ̣ <δὲ> ἄλ{#⁷}λος {²⁶ἄλλος}²⁶ ὑβρίσι, τὸ αὐτὸ [πρ]- | |
ό[στ]ε̣ιμον [— — — — — — — —] |