[ ]
Boiotia — Akraiphia — 67 AD
| 1 | (I) Αὐτοκράτωρ Καῖσαρ λέγει· τῆς εἴς με εὐνοί- |
| ας τε καὶ εὐσεβείας ἀμείψασθαι θέλων τὴν εὐγε- | |
| νεστάτην Ἑλλάδα κελεύω πλείστους καθ’ ὅ[σ]ο[ν] | |
| ἐνδέχεται ἐκ ταύτης τῆς ἐπαρχείας παρῖναι | |
| 5 | ἰς Κόρινθον τῇ πρὸ τεσσάρων Καλανδῶν Δε- |
| κεμβρίων. | |
| (II) συνελθόντων τῶν ὄχλων ἐν ἐκκλησίᾳ προσεφώ- | |
| νησεν τὰ ὑπογεγραμμένα. | |
| ἀπροσδόκητον ὑμεῖν, ἄνδρες Ἕλληνες, δωρεάν, | |
| 10 | εἰ καὶ μηδὲν παρὰ τῆς ἐμῆς μεγαλοφροσύνης |
| ἀνέλπιστον, χαρίζομαι, τοσαύτην, ὅσην οὐκ ἐχωρή- | |
| σατε αἰτεῖσθαι. πάντες οἱ τὴν Ἀχαΐαν καὶ τὴν ἕως | |
| νῦν Πελοπόννησον κατοικοῦντες Ἕλληνες | |
| λάβετ’ ἐλευθερίαν ἀνισφορίαν, ἣν οὐδ’ ἐν τοῖς εὐτυ- | |
| 15 | χεστάτοις ὑμῶν πάντες χρόνοις ἔσχετε· |
| ἢ γὰρ ἀλλοτρίοις ἢ ἀλλήλοις ἐδουλεύσατε. | |
| εἴθε μὲν οὖν ἀκμαζούσης τῆς Ἑλλάδος παρειχό- | |
| μην ταύτην τὴν δωρεάν, ἵνα μου πλείονες ἀπολ- | |
| αύωσι τῆς χάριτος· διὸ καὶ μέμφομαι τὸν αἰῶνα | |
| 20 | προδαπανήσαντά μου τὸ μέγεθος τῆς χάριτος. |
| καὶ νῦν δὲ οὐ δι’ ἔλεον ὑμᾶς, ἀλλὰ δι’ εὔνοιαν εὐερ- | |
| γετῶ, <ἀ>μείβομαι δὲ τοὺς θεοὺς ὑμῶν ὧν καὶ διὰ | |
| γῆς καὶ διὰ θαλάττης αἰεί μου προνοουμένων πε- | |
| πείραμαι, ὅτι μοι τηλικαῦτα εὐεργετεῖν παρέσχον. | |
| 25 | πόλεις μὲν γὰρ καὶ ἄλλοι ἠλευθέρωσαν ἡγεμόνες, |
| [Νέρων δὲ ὅλη]ν̣ ἐπαρχείαν. | |
| (III) ὁ ἀρχιερεὺς τῶν Σεβαστῶν διὰ βίου καὶ Νέρωνος | |
| Κλαυδίου Καίσαρος Σεβαστοῦ Ἐπαμεινώνδας | |
| Ἐπαμεινώνδου εἶπεν· προβεβουλευμένον ἑαυ- | |
| 30 | τῷ εἶναι πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον, |
| ἐπιδὴ ὁ τοῦ παντὸς κόσμου κύριος Νέρων, αὐτο- | |
| κράτωρ μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ τρισ- | |
| καιδέκατον ἀποδεδειγμένος, πατὴρ πατρίδος, | |
| νέος Ἥλιος ἐπιλάμψας τοῖς Ἕλλησιν, προειρημέ- | |
| 35 | νος εὐεργετεῖν τὴν Ἑλ<λ>άδα, ἀμειβόμενος δὲ |
| καὶ εὐσεβῶν τοὺς θεοὺς ἡμῶν, παριστανομένους | |
| αὐτῷ πάντοτε ἐπὶ προνοίᾳ καὶ σωτηρίᾳ, τὴν ἀπὸ | |
| παντὸς τοῦ αἰῶνος αὐθιγενῆ καὶ αὐτόχθονα ἐλευ- | |
| θερίαν πρότερον ἀφαιρεθεῖσαν τῶν Ἑλλήνων εἷς | |
| 40 | καὶ μόνος τῶν ἀπ’ αἰῶνος αὐτοκράτωρ μέγιστος |
| φιλέλλην γενόμενος 〚Νέρων〛 Ζεὺς Ἐλευθέριος ἔδω- | |
| κεν ἐχαρίσατο ἀποκατέστησεν εἰς τὴν ἀρχαιό- | |
| τητα τῆς αὐτονομίας καὶ ἐλευθερίας, προσθεὶς | |
| τῇ μεγάλῃ καὶ ἀπροσδοκήτῳ δωρεᾷ καὶ ἀνεισφο- | |
| 45 | ρίαν, ἣν οὐδεὶς τῶν πρότερον Σεβαστῶν ὁλοτελῆ |
| ἔδωκεν. δι’ ἃ δὴ πάντα δεδογμένον εἶναι τοῖς τε ἄρ- | |
| χουσι καὶ συνέδροις καὶ τῷ δήμῳ, καθιερῶσαι μὲν κα- | |
| τὰ τὸ παρὸν τὸν πρὸς τῷ Διὶ τῷ Σωτῆρι βωμὸν ἐπι- | |
| γράφοντας "Διὶ Ἐλευθερίῳ 〚Νέρων〛ι εἰς αἰῶνα", καὶ ἀγάλμα- | |
| 50 | τα ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος τοῦ Πτωΐου συνκαθει- |
| δρύοντας τοῖς [ἡμῶν] πατρίοις θεοῖς 〚Νέρωνος〛 Διὸς | |
| Ἐλευθερίου καὶ Θεᾶς Σεβαστῆς 〚Μεσσαλίνης〛, ἵνα | |
| τούτων οὕτως τελεσθέντων καὶ ἡ ἡμετέρα πόλις | |
| φαίνηται πᾶσαν τειμὴν καὶ εὐσέβειαν ἐκπεπληρω- | |
| 55 | κυῖα εἰς τὸν τοῦ κυρίου Σεβαστοῦ 〚Νέρωνος οἶκον〛. |
| εἶναι δὲ ἐν ἀναγραφῇ τὸ ψήφισμα παρά τε τῷ Διὶ τῷ Σω- | |
| τῆρι ἐν τῇ ἀγορᾷ ἐν στήλῃ, καὶ ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλω- | |
| νος τοῦ Πτωΐου. |