[ ]
Boiotia — Akraiphia — 37 AD
| 1 | (I) [στρατηγὸς Ἀχαιῶ]ν καὶ Βοιωτῶν καὶ Λοκρῶν καὶ Εὐβοέων καὶ |
| [Φωκέων — — —]ς Διοδότου Ἀ[ρ]γεῖος Ἀκρηφιέων ἄρχουσι χαίρειν. | |
| [ὁ πεμφθεὶς ὑ]φ’ ὑμῶν πρεσβευτὴς Ἐπαμινώνδας Ἐπαμινώνδου ἐ[π]α- | |
| [ινετῶ]ς καὶ σπουδαίως ἀπέδωκέν μοι τὴν παρ’ ὑμῶν ἐπιστολὴ[ν] | |
| 5 | [περὶ τῆς] εἰς Καίσαρα Γερμανικὸν Σεβαστὸν εὐσεβείας τόν τε ὅρ[κον] |
| [ὤμοσε]ν ὑπὲρ τῆς πόλεως ὑμῶν, παρόντος καὶ τοῦ ἡγεμόνος, | |
| [ἐναντίον] τοῦ συνεδρίου, καὶ τῆς συνόδου μετέσχεν, πρεσβείας τε ζη- | |
| [τουμένη]ς ὑπὲρ Βοιωτῶν πρὸς τὸν Σεβαστὸν καἰκ τῶν μειζόνων πόλε̣[ων] | |
| [τῶν παρ]όντων κα[ὶ] ἐξομνυμένων καὶ ἐπικαλουμένων ὡς ἀποστῆναι | |
| 10 | [κινδυ]νεύ<ε>ιν τὴν Βοιωτίαν ἀπὸ τῶν Πανελλήνων, ἄριστον ἔργον ἐποίησεν |
| [καὶ εὐγ]ενὲς καὶ εὐσεβείας ἐχόμενον τῆς εἰς τὸν Σεβαστὸν ὁ ὑμέτερος | |
| [πρεσ]βευτὴς Ἐπαμινώνδας, ὑποσχόμενος τὴν πρὸς τὸν Σεβαστὸν πρεσ- | |
| [βείαν ὑ]πὲρ τοῦ Β<οι>ωτῶν ἔθνους κατὰ δωρεάν, ἐφ’ ᾧ ὑπὸ πάντων τῶν Ἑλ- | |
| [λήνω]ν ἀποδοχῆς ἠξιώθη καὶ ἐπαίνων καὶ τειμῶν ἃς ἐψηφισάμεθα | |
| 15 | [αὐτῷ]. ἔρρωσθε. (II) ἔδοξε τῇ συνόδῳ τῶν Ἑλλήνων, ἐπαινέσαι Ἐπα- |
| [μινώ]νδαν Ἐπαμινώνδου Ἀκρηφιῆ, ἐπειδὴ πολλῆς ζητήσεως γενομέν- | |
| [ης ὑ]πέσχετο τὴν πρὸς τὸν Σεβαστὸν πρεσβείαν προθυμότατα κατὰ | |
| [δωρε]ὰν ὑπὲρ τοῦ Βοιωτῶν ἔθνους, ἣν ἄλλοι παρόντες ἐκ τῶν μειζόνω[ν] | |
| [πόλε]ων ἠρνήσαντο, στεφανῶσαι δ’ αὐτὸν καὶ χρυσῷ στεφάνῳ καὶ εἰκ[όνι] | |
| 20 | [γραπ]τ̣ῇ τύχῃ τῇ ἀγαθῇ· εἶναι δὲ καὶ ἐν ἀναγραφῇ τὸ ψήφισμα τῶν Ἑλ[λήνων]. |
| (III) [Αὐτοκ]ράτωρ Σεβαστὸς Καῖσαρ, θεοῦ Σεβαστοῦ ἔ[κγ]ονος, Τιβερίου Καί[σα]- | |
| [ρος υἱ]ωνός, ἀρχιερεύς, δημαρχικῆς ἐξουσίας, ὕπατος, Ἀχαιῶν καὶ Βοιω- | |
| [τῶν κ]αὶ Λοκρῶν καὶ Φωκέων καὶ Εὐ[βοέ]ων τῷ κοινῷ χαίρειν· ἀναγνοὺς | |
| [τὸ δο]θέν̣ μοι ὑπὸ τῶν ὑμετέρων πρεσβευτῶν ψήφισμα ἔγνων ὅτι οὐδεμίαν̣ | |
| 25 | [ὑ]π̣ερβολὴν ἀπελίπετε τῆς εἰς ἐμὲ [προθυ]μ̣ίας καὶ εὐσεβείας ἰδίᾳ τε |
| [ἕκασ]τος θυσάμενοι ὑπὲρ τῆς ἐμῆς <σ>ωτηρίας, καὶ κοινῇ ἑορτάσαντες | |
| [κα]ὶ τειμὰς ἃς ἠδύνασθε μεγίστας ψηφισάμενοι, ἐφ’ οἷς ἅπασι ἐπαινῶ | |
| [ὑμ]ᾶς καὶ ἀποδέχομαι, καὶ μεμνημένος τῆς ἐκ παλαιῶν χρόνων | |
| [ἐπιφ]α̣νείας ἑκάστου τῶν Ἑλληνικῶν δ[ήμω]ν ἐῶ ὑμᾶς συνισταμένους. | |
| 30 | [τῶν ἀ]νδριάντων, οὓς ἐψηφίσασ<θ>έ μοι, τὸ πολὺ πλῆθος, ἐὰν ὑμεῖν δοκῇ, |
| [ἀφε]λόντες ἀρκέσθητε τοῖς Ὀλυμπίασι καὶ Νεμέᾳ καὶ Πυθοῖ καὶ Ἰσ- | |
| [θμοῖ] τεθησομένοις, ὅπ[ως — — — — — — — — — —]σθε καὶ ἑαυτοὺς ἧτ- | |
| [τον ἀνα]λώμασι βαρυνεῖ<τ>[ε. ἀπέδωκάν μοι] τὸ ψήφισμα πρεσβε- | |
| [υταί, ὧ]ν τὰ ὀνόματα ὑπ[ογέγραπται. εὐτυχεῖτε]. ἀ[ρ]χιπρεσβευτής· Μέν- | |
| 35 | [αν]δρ<ο>ς Λευκίου [— — — — — — — — — Ἀχαι]ῶ[ν] δὲ Θεόπομπος Ἀ- |
| [ριστο]δάμου, Ἀριστ[— — — — — — —, — — — —]ος Ἐπιδίκο<υ>, Τιμόξεν- | |
| [ος Τ]ειμοξέν[ο]υ, ․λ[— — — — — — — — —, — —]δαμος Τειμανδρ- | |
| [ίδου], Μηνοφάνης [— — — —, — — — — — —]δου, Βοιωτῶν δὲ Ἐπα- | |
| [μινώ]νδας Ἐπαμινώνδο[υ, — — — — —, — — —]νων, Ἡράκλειτος | |
| 40 | [Ὀλυμ]πίωνος, Φωκέων [δὲ — — — —, Εὐβο]έων δὲ Ἀριστόδικος |
| [— — —]φου, Λοκρῶν δὲ [— — — — —, — — — —]ης Ἀναξιδότου. ἐδό- | |
| [θη πρὸ] δεκατεσσάρων Καλανδῶν Σεπτεμβρίων ἐν Ῥώμῃ. | |
| (IV) [— —]ων Ἡρακλείδου ὁ ἀν[τ]άρχων Ἀ[ρ]ισ[τ]ομάχου τοῦ Ἐρασίππου, τ̣οῦ | |
| [γραμ]ματέως τῶν Ἀ[χαιῶν, τ]ῷ κοινῷ Βοιωτῶν καὶ τῷ γραμματεῖ χαί- | |
| 45 | [ρειν]· τοῦ πεμφθέντος ὑφ’ ὑμῶν πρεσβευτοῦ Ἐπαμινώνδου |
| [Ἐπαμινώ]νδου ἀποδόντος μετὰ τῶν ἄλλων τῆς Ἀχαΐ<α>ς συνπρεσβευ- | |
| [τῶν τ]ὴν παρὰ τοῦ Σεβαστοῦ ἐπιστολὴν πέπομφα ὑμεῖν τὸ ἀντίγραφ- | |
| [ον, τ]άς τε νῦν πάλιν πρεπούσας αὐτῷ τειμάς, ἃς ἐψηφισάμεθα, | |
| [παραι]τησαμένου μετὰ τῶν συνπρέσβεων ὑπερ<ε>θέμεθα εἰς τὴν | |
| 50 | [δευτ]έραν ἐσομένην τῶν Ἀχαιῶν σύνοδον. ἔρρωσθε. |
| (V) [τὸ κοι]νὸν Βοιωτῶν καὶ ὁ γραμματεὺς τοῦ συνεδρίου Ζώπυρος | |
| [Ἀγα]μ̣ήσστορος Ἀκρηφιέων ἄρχουσι χαίρ<ε>ιν· τῶν κυρωθ- | |
| [εισῶν] τιμῶν ὑπὸ τῶν Βοιωτῶν Ἐπαμινώνδᾳ Ἐπαμινώνδου | |
| [τῷ π]ολείτῃ ὑμῶν πεπόμφαμεν ὑμῖν τὸ ἀντίγραφον σημη- | |
| 55 | [νάμε]νοι τῇ κοινῇ σφραγῖδι. ἔρρωσθε. (VI) ἔδοξε τοῖς σύνπα- |
| [σ]ι ναοποιοῖς ἐν τῇ πανηγύρει τῶν Παμβοιωτίων· | |
| [ἐπειδ]ὴ Ἐπαμινώνδας Ἐπαμινώνδου ἀνὴρ καλός τε κἀγαθὸς ὑ- | |
| [πάρ]χων παρὰ πάντα τὸν βίον καὶ ἐν τῷ π[α]ρόντι μηδὲν ἐν- | |
| [λιπεῖν] βουλόμενος εἰς τὸ ἔθνος, κ̣[αθ’] ὃν καιρὸν ἡ πᾶσιν μακα- | |
| 60 | [ριωτ]άτη ἐπέλαμψεν ἡ[γ]εμονία τοῦ νέου θεοῦ Σεβαστοῦ, |
| [πρεσ]βείας ζητουμένης ἐν τοῖς Πανέλλησι[ν] ὑ[π]ὲρ τοῦ Βοι- | |
| [ωτῶ]ν ἔθνους μηδενός τε βουλομένου ὑπομεῖναι τὸ βά- | |
| [ρος, π]άντα ἐν ἐλάσσονι θέμενος τὰ ἑαυτοῦ ἐ[πείγ]οντα πράγμα- | |
| [τα, ἐ]π̣εδέξατο τὸ μεγαλόφρον, προσενδεξάμενος κατὰ δωρεὰν | |
| 65 | [πρεσ]βεύσ<ε>ιν πρὸς τὸν Σεβαστὸν Καίσαρα Γερμανικὸν καὶ |
| [συνπλ]ηρώσας τὰ τῆς πρεσβ<ε>ίας προσενενκών τε μετὰ τῶν | |
| [συνπρέσ]βεων τὰς ἐψηφισμένας τιμὰς ὑπὸ τῶν Πανελλήνω- | |
| [ν τῷ Σε]βαστῷ, ἤνεν{εν}κεν {²⁶ἤνενκεν}²⁶ ἀπόκριμα πρὸς τὸ ἔθνος πάσης | |
| [φιλαν]θρωπίας καὶ ἐλπίδων ἀγαθῶν πλῆρες· δι’ ἃ δὴ | |
| 70 | [πάντ]α ἔδοξε τῷ κοινῷ Βοιωτῶν, <ἐπαινέσαι> Ἐπαμινώνδαν ἐφ’ ᾗ |
| [εἶχε]ν εἰς τὸ ἔθνος μεγαλοψυχίᾳ τε καὶ εὐνοίᾳ, ἀνα- | |
| [θεῖνα]ι δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν ἐν ὅπλῳ ἐπιχρύσῳ | |
| [ἐν τῷ ν]αῷ τῆς Εἰτωνίας Ἀθηνᾶς, τὴν ἐπιγραφὴν ποιησα- | |
| [μένου]ς τήνδε· "τὸ κοινὸν Βοιωτῶν Ἐπαμινώνδαν | |
| 75 | [Ἐπα]μινώνδου, πρεσβεύσαντα πρῶτον ὑπὲρ τοῦ Βοιω- |
| [τῶν ἔ]θνους κατὰ δωρεὰν πρὸς τὸν νέον Σεβαστὸν | |
| [Καίσ]αρα Γερμανικόν, ἀρετῆς ἕνεκεν [καὶ εὐνοί]ας." | |
| (VII) [Θηβαί]ων ἄρχοντες καὶ ἡ βουλὴ καὶ ὁ δῆμ[ος Ἀκρηφιέ]ων ἄρ- | |
| [χουσ]ι, βουλῇ, δήμῳ χαίρειν· τῶν [ἐψηφισαμέ]νων | |
| 80 | [παρ’ ἡ]μεῖν τειμῶν καὶ πολειτείας Ἐπ[αμινώνδᾳ] Ἐπαμ- |
| [ινώ]νδου τῷ πολείτῃ ὑμῶν πεπόμ̣[φαμεν ὑμ]εῖν | |
| [τὸ ἀν]τίγραφον καθὼς ἔδοξεν ἡμεῖ[ν σημηνάμενοι τῇ] δημο- | |
| [σίᾳ σ]φραγῖδι· παρεκαλέσαμεν δὲ τὸν̣ [τὸ ἀντίγραφον] διακο- | |
| [μίζοντα] π̣ρὸς ὑμᾶς Δωρόθεον Νεικοκλ[έους ἁρμόζοντα]ς ἀπὸ | |
| 85 | [τῆς ἡ]μετέρας πόλεος λόγους ποιήσ[ασθαι πρὸς] τὴν ὑ- |
| [μετέ]ραν καθ’ ἃς ἔλαβεν παρὰ τῆς [βουλῆς καὶ τοῦ δ]ήμου | |
| [ἐντο]λάς. ἔρρωσθε. (VIII) ἐπε̣[ιδὴ Ἐπαμινώνδα]ς Ἐπαμιν- | |
| [ών]δου ἀνὴρ καλὸς καὶ ἀγαθ[ὸς ὑπὲρ τοῦ] ἔθνους ὑπ- | |
| [άρχει] συνπολειτευόμε[νος — — — — — — —]τοτε καὶ | |
| 90 | [— — — — — — — — — — — — — — — — — —]ς ἐποίη- |
| [σεν ἀρίστῃ χρησάμενος βίο]υ ἀγωγῇ, καὶ | |
| [ἰδίᾳ τε πρὸς ἕκαστον ἡμῶν] καὶ κοινῇ πρὸ[ς] | |
| [πάντας διά τε τοῦ χρόνου τ]ο̣ῦ παρεληλυθότος | |
| [προσεφέρετο καλῶς καὶ ἀξίως τ]ῆς ἑαυτοῦ ἀγωγῆς, καὶ | |
| 95 | [ζητουμένης παρ’ ἡ]μ̣ῶν πρώτης καὶ ἀνανκαι- |
| [οτάτης πρὸς] τ̣ὸν νέον Σεβαστὸν πρεσβείας | |
| [ὑπὲρ τοῦ ἔθ]ν̣ους ε̣ἰς τὸ κοινὸν τῶν Βοιωτῶν, πολλῶν ὀ- | |
| [κνησ]άντων ὑπομεῖναι τὸ βάρος καὶ τὴν ὄχλησιν | |
| [τῆς] ἀποδημίας, κινδυνεύοντός τε τοῦ ἔθνους ἀπ- | |
| 100 | [οσπασ]θῆναι τῆς κοινῆς τῶν Ἀχαιῶν ἐλπίδος καὶ φι- |
| [λαν]θρωπίας, αὐτεπάνγελτος ἐν τῷ κοινῷ τῶν Παν- | |
| [ελλή]νων τῷ ἀχθέντι ἐν Ἄργει ὑπομείνας ἣν ἄλλοι | |
| [πολλοὶ] καλούμενοι ἠρνήσαντο πρεσβείαν οὐδὲ εἰς πα- | |
| [ρασκε]υὴν χρόνον αἰτησάμενος ἀνελλιπῶς ἐξῆ- | |
| 105 | [λθε κ]αὶ ταῦτα καὶ τὰς δαπάνας μετὰ τῆς ὀχλήσεως |
| [ἐκ τῶ]ν ἰδίων ὑποσχόμενος, πληρώσας δὲ τὴν ὑπὲρ | |
| [τοῦ ἔ]θνους πρεσβείαν, τὸ ἀπόκριμα καὶ πρὸς ἡμᾶς | |
| [τοῦ ν]έου Σεβαστοῦ διεκόμισεν πάσης ἐλπίδος | |
| [φι]λανθρωπίνης πλῆρες, ἀνεπιβαρήτους κα- | |
| 110 | [ὶ τὰς] πόλεις καὶ τὸ κοινὸν καὶ ἐν τῇ ἐξόδῳ καὶ ἐν |
| [τῇ] πρεσβείᾳ φυλάξας· δι’ ἃ δὴ δεδογμένον εἶναι | |
| [τοῖς] τε ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ Θηβαίων, | |
| [δεδό]σθαι πολειτείαν κατὰ δωρεὰν Ἐπαμεινώνδᾳ | |
| [Ἐπαμ]εινώνδου, καὶ εἶναι αὐτῷ μετοχὴν πάντων | |
| 115 | [τῶν τ]ῆς πόλεως φιλανθρώπων καθὰ καὶ τοῖς ἐ- |
| [γχωρί]οις· ἀναθεῖναι δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν | |
| [ἐν ὅπλ]ῳ ἐπιχρύσῳ ἐν τῇ ἀγορᾷ ἐπιγραφὴν ποιήσαντ- | |
| [ας· "ὁ] δῆμος Θηβαίων Ἐπαμεινώνδαν Ἐπαμειν- | |
| [ώνδο]υ, πρεσβεύσαντα κατὰ δωρεὰν ἐν τῷ κοιν- | |
| 120 | [ῷ τῶν] Ἀ[χ]αιῶν ὑπὲρ τοῦ [Β]οιωτῶν ἔθνους πρὸς |
| [τὸν Σε]βαστὸν Καίσαρα Γερμανικόν, ἀρετῆς | |
| [ἕνεκ]α̣." ἑλέσθαι δὲ καὶ τὸν διακομίσαντα τὸ ἀντί- | |
| [γραφο]ν τοῦ ψηφίσματος πρὸς τὴν Ἀκρηφιέων πόλιν. | |
| [ᾑρέθη] Δωρόθεος Νικοκλεῦς. | |
| 125 | (IX) [κατὰ ταὐ]τὰ δὲ καὶ αἱ λοιπαὶ πόλεις |
| [αἱ ἐν Βοι]ωτίᾳ ψηφίσμ<α>σιν καὶ πολειτείᾳ ἐτείμησαν | |
| [εὐχαριστ]οῦσαι· οὐκ ἐγράφησαν δὲ διὰ τὸ <τὸν> τόπον μὴ | |
| [ἐξαρκεῖν]. |