[ ]
Boiotia — Thebes — 3rd/4th c. AD — Add. et Corr. p. 749 (cf.)
| 1 | μαρμαρέη λίθος ἰμί, φέρω δ’ ἐν γαστέρι φῶτα |
| Νήδυμον ὕπνον ἔχοντα καλ̣[ὸν φθιμ]ένοις τε πάροντα, | |
| ὃν δῆμος χρυσῷ στεφάνῳ [κόσμησ’ ἐπὶ τ]ιμῇ. | |
| βουλὴ ταὐτὸν ἔπραξε παρηγ̣[ορίην υἱ]οῖο̣· | |
| 5 | κεῖται σῶμα λέοντος ἀρ̣[ηϊφίλῳ ἐπὶ φω]<τ>ί. |
| Ζώσιμος υἱὸς ἔγραψε, τὸ γὰρ γέ[ρας ἐστὶ θανοῦσι], | |
| ἔμπνουν φθενγομένην ἀδεῶς [– – ⏑] σιδή̣ρῳ. | |
| ὅστις δ’ ἂν τολμᾷ θέσθαι νέκυν εἰς ἐμὲ νηδὺν | |
| χωρὶς τοῦ παιδὸς πατέρος, οὗ ἔχω κατὰ γαστρός, | |
| 10 | δώσει τῇ τε πόλει καὶ τῷ ταμείῳ ἀν<ὰ> ∙ μύρια. |