| 1 | σκῆνος μὲν γενετῆρες, ἐπεὶ γέρας ἐστὶ θανοῦσι, |
| τειμῶντες κλαίεσκον ἀναισθήτῳ περὶ τύμβῳ, | |
| ψυχὴ δ’ ἐς τὸ δίκαιον ἔβη· ἦν δ’ οὔνομα τοὐμὸν | |
| Νήδυμος, Ἰταλικῆς Ἀδάης παῖς ἥμερος ὄντως. | |
| 5 | οὐκ ἤμην ἔμπροσθε πολὺν χρόνον, εἶτ’ ἐγενήθην |
| εἰς ὀλίγων ἐτέων ἐναρίθμιος· ἄστατος αἰὼν | |
| οὐκ ἀνέδραστον ἔχων ἴδιον δρόμον· ἧς δ’ ἔλαχέν τις | |
| μοίρης, ταύτην ἐκτελέσει· καὶ γὰρ βασιλῆες. | |
| ταῦτ’ ἐπέγραψε πατὴρ ὁ Ζώσιμος, εἵνεκ’ ἐμεῖο | |
| 10 | ἀΐμνηστον ἔχων ψυχῆς πόθον ἀθανάτοιο. |
IG VII
2543